§21.13.1ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν γενομένην ἧτταν ἐν ταῖς Σάρδεσιν παριεὶς τοὺς καιροὺς καὶ καταμέλλων ἐν τοῖς ὅλοις, §21.13.2ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ δυσελπιστήσας ἔκρινεν διαπέμπεσθαι πρὸς τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον ὑπὲρ διαλύσεων.
アンティオコスは、海戦での敗北の後、サルディスにあって機会を逸し、全体的な事態において躊躇していたが、敵の渡海を知るやいなや、精神的に打ちのめされて絶望し、和平のためにレウキオスとプブリウスらのもとへ使者を送ることを決意した。
§21.13.3προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς·
そこで、ビュザンティオンのヘラクレイドスを選んで派遣し、ランプサコスとスミュルナ、さらには戦争の火種となったアレクサンドレイアの都市から撤退するという指令を与えた。
§21.13.4ὁμοίως δὲ κἄν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ τὸν ἐνεστῶτα πόλεμον.
同様にまた、アイオリスやイオニアにあって、今回の戦争において彼ら(ローマ側)を支持した他のいかなる都市をも、ローマ側が自分から切り離すことを望むなら、それを認めることとした。
§21.13.5πρὸς δὲ τούτοις ὅτι τὴν ἡμίσειαν δώσει τῆς γεγενημένης σφίσι δαπάνης εἰς τὴν πρὸς αὐτὸν διαφοράν.
これらに加えて、彼との紛争においてローマ側に生じた費用の半分を支払うということも、指令に含まれていた。
§21.13.6ταύτας μὲν οὖν ὁ πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν.
派遣された使者は、公式の会談に対してはこれらの指令を持っていたが、個人としてプブリウスに対しては別の指令を持っており、それらの詳細については後に順次明らかにすることにする。
§21.13.7ἀφικόμενος δʼ εἰς τὸν Ἑλλήσποντον ὁ προειρημένος πρεσβευτὴς καὶ καταλαβὼν τοὺς Ῥωμαίους μένοντας ἐπὶ τῆς στρατοπεδείας, οὗ πρῶτον κατεσκήνωσαν ἀπὸ τῆς διαβάσεως, §21.13.8τὰς μὲν ἀρχὰς ἥσθη, νομίζων αὑτῷ συνεργὸν εἶναι πρὸς τὴν ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς μηδὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους,
前述の使節はヘレスポントスに到着し、ローマ軍が渡海後に最初に設営したその陣営に留まっているのを見出すと、最初は、現状の場所に留まり、敵が次の行動に向けて何一つ動き出していないことが、自らの交渉に有利に働くだろうと考えて喜んだ。
§21.13.9πυθόμενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσχρήστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν πραγμάτων ἐν τῇ ʼκείνου προαιρέσει.
しかし、プブリウスがまだ対岸に留まっていると知ると、当惑した。 なぜなら、事態の決定的な重みが彼の意向にかかっているからであった。
§21.13.10αἴτιον δʼ ἦν καὶ τοῦ μένειν τὸ στρατόπεδον ἐπὶ τῆς πρώτης παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πόπλιον ἀπὸ τῶν δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον ἄνδρα.
軍隊が最初の陣営に留まり、かつプブリウスが軍隊から離れていることの理由は、前述の人物がサリウスの神官であることであった。
τοῦτο δʼ ἔστιν,
これは次のようなものである。
§21.13.11καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, διʼ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς·
私が国家制度について述べた中で説明したように、ローマにおいて最も厳かな犠牲式を神々に捧げることを司る、3つの団体のうちの1つである。
§21.13.12τριακονθήμερον μὴ μεταβαίνειν κατὰ τὸν καιρὸν τῆς θυσίας, ἐν ᾗ ποτʼ ἂν χώρᾳ καταληφθῶσιν [οἱ σάλιοι οὗτοι].
このサリウスたちは、祭儀の期間中、その開始時に居合わせた、いかなる場所からも30日間は移動してはならないという掟がある。
§21.13.13ὃ καὶ τότε συνέβη γενέσθαι Ποπλίῳ·
まさにそのことが、当時プブリウスの身に起こった。
τῆς γὰρ δυνάμεως μελλούσης περαιοῦσθαι κατέλαβεν αὐτὸν οὗτος ὁ χρόνος, ὥστε μὴ δύνασθαι μεταβαλεῖν τὴν χώραν.
軍隊が渡海しようとするまさにその時に、この時期が彼を捉えたため、彼は場所を移動することができなくなったのである。
§21.13.14διὸ συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιωθείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράττειν τῶν ἑξῆς μηθέν, προσαναδεχομένας τὸν προειρημένον ἄνδρα.
そのため、スキピオは軍隊から離れてヨーロッパに留まることになり、渡海した軍隊は現状の場所に留まり、前述の人物を待ち受けながら、次の行動を何一つ起こすことができないという事態が生じた。