§21.13.1ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν γενομένην ἧτταν ἐν ταῖς Σάρδεσιν παριεὶς τοὺς καιροὺς καὶ καταμέλλων ἐν τοῖς ὅλοις,
安条克在海战惨败后,滞留在萨迪斯,错失良机,在全局上犹豫不决。
§21.13.2ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ δυσελπιστήσας ἔκρινεν διαπέμπεσθαι πρὸς τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον ὑπὲρ διαλύσεων.
他一听说敌军渡海,便心灰意冷,深感绝望,决定派人去卢基乌斯和普布利乌斯那里,商讨和解事宜。
§21.13.3προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς· §21.13.4ὁμοίως δὲ κἄν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ τὸν ἐνεστῶτα πόλεμον.
于是,他选派了拜占庭的赫拉克莱德斯,并指示他:自己愿意撤出兰普萨科斯、士麦那以及亚历山德里亚这些作为战争起因的城市;同样,如果他们想要剥夺他在埃奥利斯和伊奥尼亚的其他任何城市,只要这些城市在当下的战争中选择支持了他们(罗马人),他也予以让步。
§21.13.5πρὸς δὲ τούτοις ὅτι τὴν ἡμίσειαν δώσει τῆς γεγενημένης σφίσι δαπάνης εἰς τὴν πρὸς αὐτὸν διαφοράν.
除此之外,他还指示他答应支付罗马人在与他的争端中所产生费用的半数。
§21.13.6ταύτας μὲν οὖν ὁ πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν.
因此,这位被派去的使者对于公开的会谈持有这些指令,但私下里对于普布利乌斯另有其他指令,关于这些的具体细节,我们将在下文陆续说明。
§21.13.7ἀφικόμενος δʼ εἰς τὸν Ἑλλήσποντον ὁ προειρημένος πρεσβευτὴς καὶ καταλαβὼν τοὺς Ῥωμαίους μένοντας ἐπὶ τῆς στρατοπεδείας, οὗ πρῶτον κατεσκήνωσαν ἀπὸ τῆς διαβάσεως,
上述使者抵达赫勒斯滂,发现罗马人仍然留守在他们渡海后首次安营扎寨的军营里。
§21.13.8τὰς μὲν ἀρχὰς ἥσθη, νομίζων αὑτῷ συνεργὸν εἶναι πρὸς τὴν ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς μηδὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους,
起初他感到高兴,认为敌人停留在原地、没有采取下一步行动,对他的交涉是有利的。
§21.13.9πυθόμενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσχρήστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν πραγμάτων ἐν τῇ ʼκείνου προαιρέσει.
然而,在获悉普布利乌斯仍留在对岸后,他便感到不安,因为事态的最大决断权完全取决于那个人的意愿。
§21.13.10αἴτιον δʼ ἦν καὶ τοῦ μένειν τὸ στρατόπεδον ἐπὶ τῆς πρώτης παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πόπλιον ἀπὸ τῶν δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον ἄνδρα.
而军队留在第一处营地、且普布利乌斯与主力分离的原因,正是因为上述的那个人是一位萨利神官。
τοῦτο δʼ ἔστιν, §21.13.11καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, διʼ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς·
所谓萨利神官,正如我们在关于政体的著作中所说,是罗马向神明举行最隆重祭祀的三个团体之一。
§21.13.12τριακονθήμερον μὴ μεταβαίνειν κατὰ τὸν καιρὸν τῆς θυσίας, ἐν ᾗ ποτʼ ἂν χώρᾳ καταληφθῶσιν [οἱ σάλιοι οὗτοι].
他们的规定是,在祭祀期间的三十天内,无论他们在何处被赶上,都不得移动位置。
§21.13.13ὃ καὶ τότε συνέβη γενέσθαι Ποπλίῳ·
这正是当时发生在普布利乌斯身上的情况。
τῆς γὰρ δυνάμεως μελλούσης περαιοῦσθαι κατέλαβεν αὐτὸν οὗτος ὁ χρόνος, ὥστε μὴ δύνασθαι μεταβαλεῖν τὴν χώραν.
因为就在军队准备渡海时,这个时期临到了他,使他无法移动位置。
§21.13.14διὸ συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιωθείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράττειν τῶν ἑξῆς μηθέν, προσαναδεχομένας τὸν προειρημένον ἄνδρα.
因而结果是,西庇阿与军营分离并留在欧洲,而渡海后的军队则停留在原地,无法采取进一步的行动,只能等待上述的那个人。