§21.11.1ὅτι Ἀντίοχος ὁ βασιλεὺς παραγενόμενος εἰς τὰς Σάρδεις ἀπὸ τῆς προρρηθείσης στρατείας διεπέμπετο συνεχῶς πρὸς Προυσίαν, παρακαλῶν αὐτὸν εἰς τὴν σφετέραν συμμαχίαν.
安条克国王从前述的远征中抵达萨迪斯后,不断派人前往普鲁西亚斯处,邀请他加入自己的同盟。
§21.11.2ὁ δὲ Προυσίας κατὰ μὲν τοὺς ἀνώτερον χρόνους οὐκ ἀλλότριος ἦν τοῦ κοινωνεῖν τοῖς περὶ τὸν Ἀντίοχον· πάνυ γὰρ ἐδεδίει τοὺς Ῥωμαίους, μὴ ποιῶνται τὴν εἰς Ἀσίαν διάβασιν ἐπὶ καταλύσει πάντων τῶν δυναστῶν.
而在早些时候,普鲁西亚斯并不反对与安条克等人结盟;因为他非常害怕罗马人,担心他们为了推翻所有统治者而渡海进入亚洲。
§21.11.3παραγενομένης δʼ ἐπιστολῆς αὐτῷ παρά τε Λευκίου καὶ Ποπλίου τῶν ἀδελφῶν, κομισάμενος ταύτην καὶ διαναγνοὺς ἐπὶ ποσὸν ἔστη τῇ διανοίᾳ καὶ προείδετο τὸ μέλλον ἐνδεχομένως, §21.11.4ἅτε τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κεχρημένων καὶ πολλοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν ἐγγράπτων.
但是,当收到来自卢基乌斯和普布利乌斯兄弟俩的信件时,他接过来并仔细阅读,在心里犹豫了片刻,然后尽其可能地预见到了未来,因为普布利乌斯等人在书信中使用了清晰且众多的证据来博取信任。
§21.11.5οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔφερον ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων Ῥωμαίων, §21.11.6διʼ ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι τινὸς τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ τινὰς μὲν καὶ προσκατεσκευακότες αὐτοὶ δυνάστας, ἐνίους δʼ ηὐξηκότες καὶ πολλαπλασίους αὐτῶν τὰς ἀρχὰς πεποιηκότες.
因为他们不仅为自己的政策作了解释,还阐述了全体罗马人的共同政策,通过这些,他们表明他们非但没有剥夺任何一位最初国王的统治权,反而自己扶植了一些统治者,并壮大了另一些人,使他们的帝国扩大了许多倍。
§21.11.7ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδοβάλην καὶ Κολίχαντα προεφέροντο, κατὰ δὲ τὴν Λιβύην Μασαννάσαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις Πλευρᾶτον· §21.11.8οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογουμένως.
在这些人中,他们举出了伊比利亚的安多巴莱斯和科利汉斯,利比亚的马萨纳萨,以及伊利里亚地区的普洛拉图斯;他们声称,公认地,他们已将所有这些人从微不足道和普通的统治者提升为了国王。
§21.11.9ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυκέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον· §21.11.10Νάβιν δὲ δυνηθέντες ἄρδην ἐπανελέσθαι, τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δʼ αὐτοῦ, καίπερ ὄντος τυράννου, λαβόντες πίστεις τὰς εἰθισμένας.
同样,在希腊,他们举出了腓力和纳比斯:在他们之中,虽然他们击败了腓力并逼迫他提供人质和缴纳贡赋,但现在由于得到了他善意的一个微小证明,他们已经归还了他的儿子以及与他一同充当人质的青年们,免除了他的贡赋,并归还了许多在战争中夺取的城市;而对于纳比斯,尽管他们本可以将其彻底消灭,但他们并没有这样做,而是在接受了惯常的保证后宽恕了他,尽管他是个篡位者。
§21.11.11εἰς ἃ βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δʼ αἱρεῖσθαι τὰ Ῥωμαίων· ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν.
看着这些例子,他们通过信件劝告普鲁西亚斯不要为自己的统治担心,而要怀着信心选择罗马人的立场;因为这样的选择不会让他后悔。
§21.11.12ὧν ὁ Προυσίας διακούσας ἐπʼ ἄλλης ἐγένετο γνώμης.
普鲁西亚斯听了这些后改变了主意。
ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντίοχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδράσιν.
当盖乌斯·利维乌斯等使者也来到他面前时,他完全放弃了对安条克的期望,与前述的那些人结成了同盟。
§21.11.13Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς Ἔφεσον καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διά
βασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας ἀποτρίβεσθαι βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων. —
而安条克在失去了这一希望后回到了以弗所,并考虑到:只有在他牢牢掌握制海权的情况下,他才能阻止陆军部队渡海,并彻底使亚洲免受战争的波及,于是他决定进行海战,通过海上的危险来决定胜负。