§20.6.1καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως·
および彼らの財産の増加も(このような始まりを迎えたのである)。
τὰ δὲ κοινὰ τῶν Βοιωτῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε σχεδὸν εἴκοσι καὶ πέντʼ ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι παρʼ αὐτοῖς μήτε περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε περὶ τῶν κοινῶν ἐγκλημάτων,
一方で、ボイオティアの公共の諸事は、極めて深刻な衰退に陥っていたため、およそ25年の間、彼らの間では、私的な契約に関しても、公共の犯罪に関しても、裁判が執行されないほどであった。
§20.6.2ἀλλʼ οἱ μὲν φρουρὰς παραγγέλλοντες τῶν ἀρχόντων, οἱ δὲ στρατείας κοινάς, ἐξέκοπτον ἀεὶ τὴν δικαιοδοσίαν·
むしろ、支配者たちのうち、ある者は警備活動を命じ、ある者は共同の遠征を命じることで、常に司法の執行を妨げていた。
ἔνιοι δὲ τῶν στρατηγῶν καὶ μισθοδοσίας ἐποίουν ἐκ τῶν κοινῶν τοῖς ἀπόροις τῶν ἀνθρώπων.
また、将軍たちのうちには、公共の資金から貧しい人々に手当を支給する者さえいた。
§20.6.3ἐξ ὧν ἐδιδάχθη τὰ πλήθη τούτοις προσέχειν καὶ τούτοις περιποιεῖν τὰς ἀρχάς, διʼ ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων καὶ τῶν ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι δὲ τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν.
これらのことから、民衆はこうした支配者たちに注目し、彼らのために官職を確保することを学んだ。 それらの官職を通じて、民衆は自らの違法行為や債務に対して裁判を受けることがなくなり、むしろ支配者たちの好意によって常にいくらかの公金を受け取ることができるようになるはずであったからである。
πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην
そして、このような状況に対して最も大きく寄与したのが、オフェルタスであった。
§20.6.4Ὀφέλτας, αἰεί τι προσεπινοῶν ὃ κατὰ τὸ παρὸν ἐδόκει τοὺς πολλοὺς ὠφελεῖν, μετὰ δὲ ταῦτα πάντας ἀπολεῖν ἔμελλεν ὁμολογουμένως.
彼は、当面は民衆を利するように思われるものの、その後には誰もが認めるとおり全員を破滅させることになるようなことを、常に考案していた。
§20.6.5τούτοις δʼ ἠκολούθησε καὶ ἕτερος ζῆλος οὐκ εὐτυχής.
これに続いて、もう一つの不運な流行が起こった。
οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας οὐ τοῖς κατὰ γένος ἐπιγενομένοις τελευτῶντες ἀπέλειπον, ὅπερ ἦν ἔθος παρʼ αὐτοῖς πρότερον, ἀλλʼ εἰς εὐωχίας καὶ μέθας διετίθεντο καὶ κοινὰς τοῖς φίλοις ἐποίουν·
というのも、子供のない者たちは、以前の彼らの習慣であったように、死に際して血縁の後継者たちに財産を残すことをせず、むしろ宴会や酒宴のために財産を処分し、友人たちの共有物としたからである。
§20.6.6πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλεῖον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν.
また、子供を持つ多くの者たちでさえ、自らの財産の大部分を共同食事会に割り当てたため、ボイオティア人の中には、1ヶ月のうちに、その月の規定の日数よりも多くの夕食会が催される者が多数存在するほどであった。
§20.6.7διὸ καὶ Μεγαρεῖς, μισήσαντες μὲν τὴν τοιαύτην κατάστασιν, μνησθέντες δὲ τῆς προγεγενημένης αὐτοῖς μετὰ τῶν Ἀχαιῶν συμπολιτείας, αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὴν ἐκείνων αἵρεσιν.
それゆえ、メガラ人たちもまた、このような状況を嫌悪し、かつてアカイア人たちと結んでいた共同の国制を思い起こして、再びアカイア人たちとその陣営へと復帰した。
§20.6.8Μεγαρεῖς γὰρ ἐξ ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν κατʼ Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεομένης εἰς τὸν Ἰσθμὸν προεκάθισεν, διακλεισθέντες προσέθεντο τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν γνώμης.
というのも、メガラ人は元来、アンティゴノス・ゴナタスの時代からアカイア人たちと共に国制を営んでいたが、クレオメネスが地峡に陣を敷いた際、遮断されたため、アカイア人たちの同意を得てボイオティア人の側に付いたからである。
§20.6.9βραχὺ δὲ πρὸ τῶν νῦν λεγομένων καιρῶν δυσαρεστήσαντες τῇ πολιτείᾳ τῶν Βοιωτῶν αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιούς.
しかし、現在述べられている時代の少し前に、彼らはボイオティア人の国制に不満を抱き、再びアカイア人たちの側に復帰した。
§20.6.10οἱ δὲ Βοιωτοὶ διοργισθέντες ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν ἐξῆλθον ἐπὶ τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις.
これに対してボイオティア人は、自分たちが軽んじられていると思われることに激怒し、武装して挙国一致でメガラ人に対して出撃した。
§20.6.11οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρουσίας αὐτῶν, οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ προσβολὰς ποιεῖσθαι τῇ πόλει.
しかし、メガラ人たちが彼らの到来を全く無視したため、彼らはさらに激怒し、町を包囲して攻撃を仕掛けようと試みた。
§20.6.12πανικοῦ δʼ ἐμπεσόντος αὐτοῖς καὶ φήμης ὅτι πάρεστιν Φιλοποίμην τοὺς Ἀχαιοὺς ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμακας ἔφυγον προτροπάδην εἰς τὴν οἰκείαν.
だが、彼らに恐慌が沸き起こり、フィロポイメンがアカイア兵を率いて到着したという噂が伝わると、彼らは城壁のそばに梯子を放置したまま、自分たちの故郷へと一目散に逃げ帰った。