§20.5.1τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη παρʼ αὐτοῖς τὸν τρόπον τοῦτον.
彼らの個別的な愚行の要点は、彼らの間において次のような形で執り行われた。
§20.5.2μετὰ γὰρ τὴν προειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος.
というのも、前述の敗北の後、彼らはすぐさまアカイア人たちを見捨てて、国家をアイトリア人の側に投じたからである。
§20.5.3ἀνελομένων δὲ καὶ τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι.
そして、しばらくして彼らもまたフィリッポスの父デメトリオスに対して戦争を開始すると、彼らは再びこれを見捨て、デメトリオスが軍勢を率いてボイオティアに到着したとき、いかなる苦難を経験することもなく、自分たちを全面的にマケドニア人に服従させた。
§20.5.4βραχέος δʼ αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης, ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι.
しかし、祖先の名声のわずかな残り火が残されている中で、現在の状況や、マケドニア人に全面的に従うことに不満を抱く者たちも一部に存在した。
§20.5.5διὸ καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους·
それゆえ、彼らとアスクンダスやネオン――ブラキュレスの先祖たち――の党派との間には大きな政治的対立が生じることとなった。
οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες.
というのも、当時最もマケドニア派であったのは彼らだったからである。
§20.5.6οὐ μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν γενομένης τινὸς περιπετείας τοιαύτης.
とはいえ、結局のところ、以下のような事件が起きたことでアスクンダスの一派が優勢となった。
§20.5.7Ἀντίγονος μετὰ τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων ἐπί τινας πράξεις πρὸς τὰς ἐσχατιὰς τῆς Βοιωτίας πρὸς Λάρυμναν, παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν εἰς τὸ ξηρὸν αἱ νῆες αὐτοῦ.
デメトリオスの死後にフィリッポスの後見人となったアンティゴノスが、ある任務のためにボイオティアの境界地域であるラリュムナに向けて航海していた際、予想外の引き潮が生じたことで、彼の船は干潟に乗り上げてしまった。
§20.5.8κατὰ δὲ τὸν καιρὸν τοῦτον προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάντας τοὺς Βοιωτῶν ἱππεῖς μεθʼ αὑτοῦ περιαγόμενος χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο τοῖς περὶ τὸν Ἀντίγονον ἀπορουμένοις καὶ δυσχρηστουμένοις διὰ τὸ συμβεβηκός,
ちょうどこの時、アンティゴノスが国内を略奪しようとしているという噂が伝わっていたため、当時騎兵長官を務め、国土を警備するためにボイオティアの全騎兵を率いて移動していたネオンは、この事態によって途方に暮れ、窮地に陥っていたアンティゴノスの一行に不意に遭遇した。
§20.5.9καὶ δυνάμενος μεγάλα βλάψαι τοὺς Μακεδόνας ἔδοξε φείσασθαι παρὰ τὴν προσδοκίαν αὐτῶν.
そして、マケドニア人に甚大な打撃を与えることができたはずであったのに、彼は彼らの予想に反して彼らを容赦することにした。
§20.5.10τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός.
こうして、他のボイオティア人たちにとっては彼のこの行動は好ましく思われたが、テーバイ人たちにはこの出来事はまったく容認できなかった。
ὁ δʼ Ἀντίγονος, §20.5.11ἐπελθούσης μετʼ ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν εἰς τὴν Ἀσίαν.
一方、アンティゴノスは、まもなく満潮が訪れて船が浮き上がると、危難の最中に自分たちを攻撃しなかったことに対してネオンに深く感謝し、自身は予定していたアジアへの航海を成し遂げた。
§20.5.12διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεομένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λακεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην, ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος εὐεργεσίας·
それゆえ、その後彼がスパルタのクレオメネスを破ってラケダイモンの支配者となったとき、その父ネオンの恩義に報いるためにブラキュレスをスパルタの監督官として残した。
ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην.
これによって、ブラキュレスの家は少なからず再興されることとなった。
§20.5.13οὐ μόνον δὲ ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φιλίππος, χορηγοῦντες καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους καὶ πάντας ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν.
彼は彼らに対してこの配慮を示しただけでなく、絶えず、ある時は自ら、ある時はフィリッポスが、常に支援と援助を与えることで、テーバイで彼らに対立していた政治的ライバルたちを速やかに圧倒し、ごく一握りの人々を除いて、全員にマケドニア派となることを強いた。
§20.5.14τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως
こうして、ネオンの家に関する事柄と彼らのマケドニア人との結びつきは、このような始まりを迎えたのである。