Humanitext Reader

波利比奥斯 · 历史 §20.6.1-20.6.12

波奥蒂亚的堕落与麦加拉的背离

第 953 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯描述了波奥蒂亚在司法不公、民粹政策和挥霍家产等方面的严重衰退。厌恶这一状况的麦加拉重返亚该亚同盟,激怒了波奥蒂亚人并引发其出兵围城,但波奥蒂亚军因听到菲洛皮门率军前来的传言而恐慌溃逃。

§20.6.1καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως·
以及他们财产的增加。
τὰ δὲ κοινὰ τῶν Βοιωτῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε σχεδὸν εἴκοσι καὶ πέντʼ ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι παρʼ αὐτοῖς μήτε περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε περὶ τῶν κοινῶν ἐγκλημάτων,
同时,波奥蒂亚的公共事务已陷入如此深重的衰退中,以至于在将近二十五年的时间里,他们之中无论在私人口约还是在公共罪行方面都没有执行过司法。
§20.6.2ἀλλʼ οἱ μὲν φρουρὰς παραγγέλλοντες τῶν ἀρχόντων, οἱ δὲ στρατείας κοινάς, ἐξέκοπτον ἀεὶ τὴν δικαιοδοσίαν· ἔνιοι δὲ τῶν στρατηγῶν καὶ μισθοδοσίας ἐποίουν ἐκ τῶν κοινῶν τοῖς ἀπόροις τῶν ἀνθρώπων.
相反,有的执政官通过发布守备命令,有的则通过发布共同征兵令,不断阻断司法审判的进行;有些将军甚至从公共资金中向贫困民众发放津贴。
§20.6.3ἐξ ὧν ἐδιδάχθη τὰ πλήθη τούτοις προσέχειν καὶ τούτοις περιποιεῖν τὰς ἀρχάς, διʼ ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων καὶ τῶν ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι δὲ τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν.
群众因此学会了去关注这些领导人,并为他们确保官职,通过这些官职,群众不仅可以免于因自己的罪行和债务而受罚,还能通过执政官的恩惠经常获得一些公共资金。
πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην §20.6.4Ὀφέλτας, αἰεί τι προσεπινοῶν ὃ κατὰ τὸ παρὸν ἐδόκει τοὺς πολλοὺς ὠφελεῖν, μετὰ δὲ ταῦτα πάντας ἀπολεῖν ἔμελλεν ὁμολογουμένως.
而对这种状况贡献最大的是奥菲尔塔斯,他总是设计出一些在当时看似对大众有益,但此后公认必定会毁灭所有人的计划。
§20.6.5τούτοις δʼ ἠκολούθησε καὶ ἕτερος ζῆλος οὐκ εὐτυχής.
随之而来的还有另一种不吉的狂热。
οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας οὐ τοῖς κατὰ γένος ἐπιγενομένοις τελευτῶντες ἀπέλειπον, ὅπερ ἦν ἔθος παρʼ αὐτοῖς πρότερον, ἀλλʼ εἰς εὐωχίας καὶ μέθας διετίθεντο καὶ κοινὰς τοῖς φίλοις ἐποίουν· §20.6.6πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλεῖον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν.
因为无嗣的人在去世时,不再像他们以前的习惯那样将财产留给血亲后代,而是将其用于宴饮和醉酒,并与朋友共享;甚至许多拥有后代的人也将财产的大部分分给公共宴会,以至于许多波奥蒂亚人一个月里拥有的宴会次数多于该月法定的天数。
§20.6.7διὸ καὶ Μεγαρεῖς, μισήσαντες μὲν τὴν τοιαύτην κατάστασιν, μνησθέντες δὲ τῆς προγεγενημένης αὐτοῖς μετὰ τῶν Ἀχαιῶν συμπολιτείας, αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὴν ἐκείνων αἵρεσιν.
因此,麦加拉人也因厌恶这种状况,并回忆起过去与亚该亚人共同的生活,再次转向了亚该亚人及其阵营。
§20.6.8Μεγαρεῖς γὰρ ἐξ ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν κατʼ Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεομένης εἰς τὸν Ἰσθμὸν προεκάθισεν, διακλεισθέντες προσέθεντο τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν γνώμης.
因为麦加拉人最初自安提柯·戈纳塔斯时代起就与亚该亚人共同生活在同一体制下;但当克里昂米尼封锁地峡时,他们因被阻断,在亚该亚人同意的情况下加入了波奥蒂亚人。
§20.6.9βραχὺ δὲ πρὸ τῶν νῦν λεγομένων καιρῶν δυσαρεστήσαντες τῇ πολιτείᾳ τῶν Βοιωτῶν αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιούς.
然而,在现在所说时代的前不久,他们对波奥蒂亚人的政体感到不满,再次转向了亚该亚人。
§20.6.10οἱ δὲ Βοιωτοὶ διοργισθέντες ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν ἐξῆλθον ἐπὶ τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις.
波奥蒂亚人因感到受轻视而大为恼怒,举国武装出击对抗麦加拉人。
§20.6.11οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρουσίας αὐτῶν, οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ προσβολὰς ποιεῖσθαι τῇ πόλει.
但由于麦加拉人完全不把他们的到来放在眼里,他们被激怒至极,企图围攻并袭击该城。
§20.6.12πανικοῦ δʼ ἐμπεσόντος αὐτοῖς καὶ φήμης ὅτι πάρεστιν Φιλοποίμην τοὺς Ἀχαιοὺς ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμακας ἔφυγον προτροπάδην εἰς τὴν οἰκείαν.
此时,他们陷入了恐慌,并有传言称菲洛皮门正率领亚该亚人赶来,于是他们把梯子丢在城墙边,仓皇逃回了自己的国土。

词汇与语法注释

  1. §20.6.1καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως — 此属格短语与前一章节(§20.5.14)末尾的 `τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως` 相连。它与 `τῆς ... συστάσεως` 并列,作为名词 `ἀρχήν` 的修饰语,意为“……以及他们财产增加的开始”。由于分章的关系,这一紧密的语法联系容易被忽略。
  2. §20.6.1εἴκοσι καὶ πέντʼ ἐτῶν — 这是“时间内属格”(Genitive of Time within which),意为“在二十五年的时间里”。通常表示持续时间会使用宾格(Accusative of Duration of Time),但此处使用属格,强调了在这一漫长期间内司法不执行状态的持续。
  3. §20.6.3διʼ ὧν — 关系代词为阴性复数属格形式,其先行词为紧邻的 `τὰς ἀρχάς`(官职,阴性复数)。伴随介词 `διά`(支配属格,意为“通过、凭借”),表示“通过这些官职”。这指明了民众免受惩罚的手段正是获取这些官职。
  4. §20.6.11οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων — 这是一个属格独立结构(Genitive Absolute),`τῶν Μεγαρέων` 为其逻辑主语。现在分词 `ποιουμένων` 与 `λόγον` 结合,构成短语 `λόγον ποιοῦμαι`(重视、理会),此处支配属格宾语 `τῆς παρουσίας αὐτῶν`(他们的到来)。意为“在麦加拉人完全不把他们的到来当回事的情况下”。

引用这一段

波利比奥斯, 历史 §20.6.1-20.6.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:20.6.1-20.6.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。