§20.5.1τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη παρʼ αὐτοῖς τὸν τρόπον τοῦτον.
他们具体愚行的主要表现,在他们之中是以如下方式进行的。
§20.5.2μετὰ γὰρ τὴν προειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος.
因为在上述失败之后,他们立刻背弃了亚该亚人,将本国归附于埃托利亚人。
§20.5.3ἀνελομένων δὲ καὶ τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι.
一段时间后,当后者也向腓力的父亲德米特里发起战争时,他们再次背弃了他们;当德米特里率军抵达波奥蒂亚时,他们没有经历任何苦难,就将自己完全臣服于马其顿人。
§20.5.4βραχέος δʼ αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης, ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι.
然而,由于祖先荣光的微弱火星尚存,也有一些人对现状以及事事顺从马其顿人感到不满。
§20.5.5διὸ καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους· οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες.
因此,他们与阿斯孔达斯和尼翁(布拉希莱斯的先祖)一派之间发生了巨大的政治对立;因为后者是当时最亲马其顿的人。
§20.5.6οὐ μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν γενομένης τινὸς περιπετείας τοιαύτης.
然而,由于发生了如下的一件意外事件,阿斯孔达斯一派最终占了上风。
§20.5.7Ἀντίγονος μετὰ τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων ἐπί τινας πράξεις πρὸς τὰς ἐσχατιὰς τῆς Βοιωτίας πρὸς Λάρυμναν, παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν εἰς τὸ ξηρὸν αἱ νῆες αὐτοῦ.
德米特里死后担任腓力监护人的安提柯,在前往波奥蒂亚边境拉里姆纳执行某项任务而航行时,因发生意料之外的退潮,他的船只搁浅在了干滩上。
§20.5.8κατὰ δὲ τὸν καιρὸν τοῦτον προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάντας τοὺς Βοιωτῶν ἱππεῖς μεθʼ αὑτοῦ περιαγόμενος χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο τοῖς περὶ τὸν Ἀντίγονον ἀπορουμένοις καὶ δυσχρηστουμένοις διὰ τὸ συμβεβηκός, §20.5.9καὶ δυνάμενος μεγάλα βλάψαι τοὺς Μακεδόνας ἔδοξε φείσασθαι παρὰ τὴν προσδοκίαν αὐτῶν.
恰在此时,有传言称安提柯将要侵扰该地区,当时担任骑兵长官、正率领全体波奥蒂亚骑兵巡逻以防卫国土的尼翁,突然遇到了因这一变故而不知所措、陷入困境的安提柯及其部下;尽管他本可以给马其顿人造成巨大打击,但他却出乎他们的意料,决定放过他们。
§20.5.10τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός.
因此,他的这一举动虽然让其他波奥蒂亚人感到满意,但底比斯人却完全不赞同发生的事。
ὁ δʼ Ἀντίγονος, §20.5.11ἐπελθούσης μετʼ ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν εἰς τὴν Ἀσίαν.
而安提柯则不久涨潮,船只得以浮起,他对尼翁在他们遭遇变故时没有联合袭击他们深表感激,而他自己则完成了原定的去往亚洲的航程。
§20.5.12διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεομένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λακεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην, ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην.
因此,后来当他击败斯巴达人克里昂米尼并成为拉刻代蒙的主宰时,他留下了布拉希莱斯担任该城的监管人,以此回报他父亲尼翁的恩惠;由此,布拉希莱斯的家族在不小程度上得到了振兴。
§20.5.13οὐ μόνον δὲ ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φιλίππος, χορηγοῦντες καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους καὶ πάντας ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν.
他不仅对他们给予了这一关照,而且不断地——时而他自己,时而腓力——通过始终提供资助和支持,迅速击败了在底比斯本身反对他们的人,并强迫除极少数人之外的所有人都依附于马其顿。
§20.5.14τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ τῆς πρὸς Μακεδόνας συστάσεως
因此,关于尼翁家族的事迹以及他们与马其顿人的联盟,便是如此开始的。