§20.4.1ὅτι Βοιωτοὶ ἐκ πολλῶν ἤδη χρόνων καχεκτοῦντες ἦσαν καὶ μεγάλην εἶχον διαφορὰν πρὸς τὴν γεγενημένην εὐεξίαν καὶ δόξαν αὐτῶν τῆς πολιτείας.
ὅτι ボイオティア人たちは、すでに長い年月以来、衰退した状態にあり、彼らの国家の、かつて生じた良好な状態や名声とは大きな隔たりを見せていた。
§20.4.2οὗτοι γὰρ μεγάλην περιποιησάμενοι καὶ δόξαν καὶ δύναμιν ἐν τοῖς Λευκτρικοῖς καιροῖς, οὐκ οἶδʼ ὅπως κατὰ τὸ συνεχὲς ἐν τοῖς ἑξῆς χρόνοις ἀφῄρουν ἀμφοτέρων αἰεὶ τῶν προειρημένων, ἔχοντες στρατηγὸν Ἀβαιόκριτον.
というのも、彼らはレウクトラの戦いの時代に大きな名声と権力を獲得したものの、その後続く時代には、アバイオクリトスを将軍に戴きながら、どういうわけか絶えずそれら前述の両方のものを損ない続けていたからである。
§20.4.3ἀπὸ δὲ τούτων τῶν καιρῶν οὐ μόνον ἀφῄρουν, ἀλλʼ ἁπλῶς εἰς τἀναντία τραπέντες καὶ τὴν πρὸ τοῦ δόξαν ἐφʼ ὅσον οἷοί τʼ ἦσαν ἠμαύρωσαν.
そして、これらの時代以降、彼らは損なうだけでなく、端的に逆の方向へと転じ、かつての名声を自分たちにできる限り曇らせてしまった。
§20.4.4Ἀχαιῶν γὰρ αὐτοὺς πρὸς Αἰτωλοὺς ἐκπολεμωσάντων, μετασχόντες τούτοις τῆς αὐτῆς αἱρέσεως καὶ ποιησάμενοι συμμαχίαν, μετὰ ταῦτα κατὰ τὸ συνεχὲς ἐπολέμουν πρὸς Αἰτωλούς.
というのも、アカイア人が彼らをアイトリア人との戦争に引き込んだ際、彼らと同じ方針を共有して同盟を結んだため、彼らはその後、アイトリア人に対して絶えず戦争を行ったからである。
§20.4.5ἐμβαλόντων δὲ μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ τῶν Ἀχαιῶν ἡθροισμένων καὶ μελλόντων παραβοηθεῖν οὐκ ἐκδεξάμενοι τὴν τούτων παρουσίαν συνέβαλον τοῖς Αἰτωλοῖς,
そして、アイトリア人が軍勢を率いてボイオティアに侵入したとき、彼らは総動員で出陣したが、アカイア人たちが集結して救援に来ようとしていたにもかかわらず、その到着を待つことなく、アイトリア人たちと交戦した。
§20.4.6ἡττηθέντες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέπεσον ταῖς ψυχαῖς ὥστʼ ἀπʼ ἐκείνης τῆς χρείας ἁπλῶς οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν οὐδʼ ἐκοινώνησαν οὔτε πράξεως οὔτʼ ἀγῶνος οὐδενὸς ἔτι τοῖς Ἕλλησι μετὰ κοινοῦ δόγματος,
そしてその戦いで敗北を喫すると、彼らは非常に意気消沈してしまい、その一戦以来、端的にいかなる栄誉ある事柄も二度と主張しようとはせず、共同の決議の下でギリシア人たちといかなる行動や闘争も共にすることは二度となかった。
§20.4.7ἀλλʼ ὁρμήσαντες πρὸς εὐωχίαν καὶ μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν, ἀλλὰ καὶ ταῖς ψυχαῖς.
それどころか、ごちそうを平らげることや深酒へと走り、肉体においてだけでなく、精神においても弛緩してしまったのである。