Humanitext Reader

波利比奥斯 · 历史 §20.4.1-20.4.7

波奥蒂亚人的衰退与在埃托利亚战争中的溃败

第 951 段,共 1311 段 · 希腊语

内容简介

本节记述了波奥蒂亚人长期的国力与精神衰退,其在与埃托利亚人战争中的鲁莽战败,以及随后彻底的堕落。

§20.4.1ὅτι Βοιωτοὶ ἐκ πολλῶν ἤδη χρόνων καχεκτοῦντες ἦσαν καὶ μεγάλην εἶχον διαφορὰν πρὸς τὴν γεγενημένην εὐεξίαν καὶ δόξαν αὐτῶν τῆς πολιτείας.
波奥蒂亚人早已处于衰落状态,与他们国家过去的繁荣和声望相比,呈现出巨大的反差。
§20.4.2οὗτοι γὰρ μεγάλην περιποιησάμενοι καὶ δόξαν καὶ δύναμιν ἐν τοῖς Λευκτρικοῖς καιροῖς, οὐκ οἶδʼ ὅπως κατὰ τὸ συνεχὲς ἐν τοῖς ἑξῆς χρόνοις ἀφῄρουν ἀμφοτέρων αἰεὶ τῶν προειρημένων, ἔχοντες στρατηγὸν Ἀβαιόκριτον.
因为他们虽然在留克特拉战役时期获得了巨大的声望和力量,但在接下来的时期里,在阿拜奥克里图斯担任将军期间,不知为何,却在不断地削弱上述两者。
§20.4.3ἀπὸ δὲ τούτων τῶν καιρῶν οὐ μόνον ἀφῄρουν, ἀλλʼ ἁπλῶς εἰς τἀναντία τραπέντες καὶ τὴν πρὸ τοῦ δόξαν ἐφʼ ὅσον οἷοί τʼ ἦσαν ἠμαύρωσαν.
自此以后,他们不仅削弱了它们,而且完全转向了相反的方向,尽其所能地抹黑了他们昔日的光荣。
§20.4.4Ἀχαιῶν γὰρ αὐτοὺς πρὸς Αἰτωλοὺς ἐκπολεμωσάντων, μετασχόντες τούτοις τῆς αὐτῆς αἱρέσεως καὶ ποιησάμενοι συμμαχίαν, μετὰ ταῦτα κατὰ τὸ συνεχὲς ἐπολέμουν πρὸς Αἰτωλούς.
因为当亚该亚人将他们拖入与埃托利亚人的战争时,他们与对方采取了相同的立场并结成同盟,此后便不断与埃托利亚人作战。
§20.4.5ἐμβαλόντων δὲ μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ τῶν Ἀχαιῶν ἡθροισμένων καὶ μελλόντων παραβοηθεῖν οὐκ ἐκδεξάμενοι τὴν τούτων παρουσίαν συνέβαλον τοῖς Αἰτωλοῖς,
当埃托利亚人率军入侵波奥蒂亚时,他们全员出征,尽管亚该亚人已经集结并准备前来援助,但他们没有等待对方的到来,便与埃托利亚人交战。
§20.4.6ἡττηθέντες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέπεσον ταῖς ψυχαῖς ὥστʼ ἀπʼ ἐκείνης τῆς χρείας ἁπλῶς οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν οὐδʼ ἐκοινώνησαν οὔτε πράξεως οὔτʼ ἀγῶνος οὐδενὸς ἔτι τοῖς Ἕλλησι μετὰ κοινοῦ δόγματος,
在那场战役中战败后,他们变得极其沮丧,以至于自那一战起,他们完全不敢再谋求任何荣誉,也再没有在共同决议下与希腊人一起参与过任何行动或斗争。
§20.4.7ἀλλʼ ὁρμήσαντες πρὸς εὐωχίαν καὶ μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν, ἀλλὰ καὶ ταῖς ψυχαῖς.
相反,他们沉湎于宴乐和暴饮,不仅身体变得软弱,精神也变得萎靡。

词汇与语法注释

  1. §20.4.2ἀφῄρουν ἀμφοτέρων — 动词 ἀφαιρέω(削弱、剥夺)支配属格,指代前文提到的“声望与力量(δόξαν καὶ δύναμιν)”。
  2. §20.4.5τῶν Ἀχαιῶν ἡθροισμένων καὶ μελλόντων παραβοηθεῖν — 具有让步意味的独立属格结构(“尽管亚该亚人……”),随后紧接着修饰主语(波奥蒂亚人)的主格分词 οὐκ ἐκδεξάμενοι。
  3. §20.4.6ὥστʼ ... ἐτόλμησαν — 连接词 ὥστε 后面接直说过去式动词(ἐτόλμησαν 和 ἐκοινώνησαν),表示实际发生的结果(历史事实),而非用不定式表示的潜在或自然倾向。

引用这一段

波利比奥斯, 历史 §20.4.1-20.4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:20.4.1-20.4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。