§20.3.1ὅτι Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίδι καὶ τοῦ χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρεσβευταὶ παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ περὶ Χάροπα, παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ Καλλίστρατον.
アンティオコスがハルキスに滞在し、冬が始まりつつあったとき、彼のもとに、エペイロス人の民族からはハロプスの一行が、エリス人の市国からはカリストラトスの一行が、使節としてやって来た。
§20.3.2οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν αὐτὸν μὴ προεμβιβάζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον, θεωροῦντα διότι πρόκεινται πάσης τῆς Ἑλλάδος πρὸς τὴν Ἰταλίαν·
そこでエペイロス人たちは、自分たちが全ギリシアの前面にあってイタリアに面して位置していることを彼が考慮に入れるよう[求めつつ]、自分たちをローマ人との戦争にあらかじめ引きずり込まないよう彼に要請した。
§20.3.3ἀλλʼ εἰ μὲν αὐτὸς δύναται προκαθίσας τῆς Ἠπείρου παρασκευάζειν σφίσι τὴν ἀσφάλειαν, ἔφασαν αὐτὸν δέξασθαι καὶ ταῖς πόλεσι καὶ τοῖς λιμέσιν·
そして、もし彼自身がエペイロスの前方に駐屯して自分たちに安全を確保することができるならば、都市でも港湾でも彼を受け入れるであろう、と彼らは述べた。
§20.3.4εἰ δὲ μὴ κρίνει τοῦτο πράττειν κατὰ τὸ παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς δεδιόσι τὸν ἀπὸ Ῥωμαίων πόλεμον.
しかし、もし彼が差し当たりこれを行うべきではないと判断するならば、ローマ人との戦争を恐れている自分たちに理解を示してほしいと求めた。
§20.3.5οἱ δʼ Ἠλεῖοι παρεκάλουν πέμπειν τῇ πόλει βοήθειαν·
一方、エリス人たちは自分たちの市国に援軍を送るよう求めた。
ἐψηφισμένων γὰρ τῶν Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον.
なぜなら、アカイア人たちが戦争を決議したため、彼らの侵攻を警戒していたからである。
§20.3.6ὁ δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ τῶν κοινῇ συμφερόντων,
そこで王は、エペイロス人たちに対しては、共通の利益のために彼らと話し合うための使節を送るであろう、と答えた。
§20.3.7τοῖς δʼ Ἠλείοις ἐξαπέστειλε χιλίους πεζούς, ἡγεμόνα συστήσας Εὐφάνη τὸν Κρῆτα.
また、エリス人たちに対しては、1000人の歩兵を派遣し、クレタ人エウファネスを指揮官に任命した。
—
—