§20.3.1ὅτι Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίδι καὶ τοῦ χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρεσβευταὶ παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ περὶ Χάροπα, παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ Καλλίστρατον.
当安条克在哈尔基斯逗留且冬季开始时,来自伊庇鲁斯民族的哈罗普斯一行人,以及来自伊利斯城邦的卡利斯特拉托斯一行人,作为使者来到了他那里。
§20.3.2οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν αὐτὸν μὴ προεμβιβάζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον, θεωροῦντα διότι πρόκεινται πάσης τῆς Ἑλλάδος πρὸς τὴν Ἰταλίαν·
于是,伊庇鲁斯人请求他不要让他们过早卷入与罗马人的战争,[希望]他考虑到他们处于全希腊的前沿,正对着意大利。
§20.3.3ἀλλʼ εἰ μὲν αὐτὸς δύναται προκαθίσας τῆς Ἠπείρου παρασκευάζειν σφίσι τὴν ἀσφάλειαν, ἔφασαν αὐτὸν δέξασθαι καὶ ταῖς πόλεσι καὶ τοῖς λιμέσιν·
他们说,如果他自己能驻守在伊庇鲁斯前线,为他们提供安全保障,他们将在各个城市和港口接待他。
§20.3.4εἰ δὲ μὴ κρίνει τοῦτο πράττειν κατὰ τὸ παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς δεδιόσι τὸν ἀπὸ Ῥωμαίων πόλεμον.
但如果他决定目前不这样做,他们请求他宽谅他们,因为他们害怕与罗马人的战争。
§20.3.5οἱ δʼ Ἠλεῖοι παρεκάλουν πέμπειν τῇ πόλει βοήθειαν· ἐψηφισμένων γὰρ τῶν Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον.
另一方面,伊利斯人请求向其城邦派遣援军;因为亚该亚人已经投票决定战争,他们正防备着对方的入侵。
§20.3.6ὁ δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ τῶν κοινῇ συμφερόντων, §20.3.7τοῖς δʼ Ἠλείοις ἐξαπέστειλε χιλίους πεζούς, ἡγεμόνα συστήσας Εὐφάνη τὸν Κρῆτα.
国王对伊庇鲁斯人回答说,他将派遣使者,与他们商讨共同利益;对伊利斯人,他则派遣了一千名步兵,并任命克里特人尤法内斯为指挥官。
—
—