§2.7.1μάτων.
――に関する事柄である。
τὸ μὲν γὰρ ἀνθρώπους ὄντας παραλόγως περιπεσεῖν τινι τῶν δεινῶν οὐ τῶν παθόντων, τῆς τύχης δὲ καὶ τῶν πραξάντων ἐστὶν ἔγκλημα,
というのも、人間である以上、思いがけず何らかの災難に見舞われることは、被害者の非ではなく、運命やそれをもたらした者たちの罪であるからだ。
§2.7.2τὸ δʼ ἀκρίτως καὶ προφανῶς περιβαλεῖν αὑτοὺς ταῖς μεγίσταις συμφοραῖς ὁμολογούμενόν ἐστι τῶν πασχόντων ἁμάρτημα.
しかし、無分別にかつ自ら進んで最悪の災厄を身に招くことは、誰もが認めるように、被害者自身の過ちなのだ。
§2.7.3διὸ καὶ τοῖς μὲν ἐκ τύχης πταίουσιν ἔλεος ἕπεται μετὰ συγγνώμης καὶ ἐπικουρία, τοῖς δὲ διὰ τὴν αὑτῶν ἀβουλίαν ὄνειδος καὶ ἐπιτίμησις συνεξακολουθεῖ παρὰ τοῖς εὖ φρονοῦσιν.
それゆえ、運命によってつまずく者たちには、同情と許し、そして援助が伴うが、自らの無分別によって(つまずく者たち)には、思慮ある人々から非難と叱責がつきまとうのである。
§2.7.4ἃ δὴ καὶ τότε παρὰ τῶν Ἑλλήνων εἰκότως ἂν τοῖς Ἠπειρώταις ἀπηντήθη.
これこそ、当時まさにギリシア人たちからエペイロス人たちに対して当然向けられるべきであったものである。
§2.7.5πρῶτον γὰρ τίς οὐκ ἂν τὴν κοινὴν περὶ Γαλατῶν φήμην ὑπιδόμενος εὐλαβηθείη τούτοις ἐγχειρίσαι πόλιν εὐδαίμονα καὶ πολλὰς ἀφορμὰς ἔχουσαν εἰς παρασπόνδησιν;
第一に、ガリア人に関する世間の評判を警戒して、繁栄しており、裏切りに走る多くの機会を与えるような都市を彼らに委ねることを用心しない者が誰かいようか。
§2.7.6δεύτερον τίς οὐκ ἂν ἐφυλάξατο τὴν αὐτοῦ τοῦ συστήματος ἐκείνου προαίρεσιν;
第二に、まさにあの集団そのものの前歴を警戒しなかった者が誰かいようか。
οἵ γε τὴν μὲν ἀρχὴν ἐξέπεσον ἐκ τῆς ἰδίας, συνδραμόντων ἐπʼ αὐτοὺς τῶν ὁμοεθνῶν διὰ τὸ παρασπονδῆσαι τοὺς αὑτῶν οἰκείους καὶ συγγενεῖς·
彼らはそもそも、自分たちの親族や血縁者を裏切ったために、同胞たちが彼らに結束して立ち向かい、自国から追放された者たちなのである。
§2.7.7ὑποδεξαμένων γε μὴν αὐτοὺς Καρχηδονίων διὰ τὸ κατεπείγεσθαι πολέμῳ, τὸ μὲν πρῶτον γενομένης τινὸς ἀντιρρήσεως τοῖς στρατιώταις πρὸς τοὺς στρατηγοὺς ὑπὲρ ὀψωνίων ἐξ αὐτῆς ἐπεβάλοντο διαρπάζειν τὴν τῶν Ἀκραγαντίνων πόλιν, φυλακῆς χάριν εἰσαχθέντες εἰς αὐτήν, ὄντες τότε πλείους τῶν τρισχιλίων·
さらに、カルタゴ人が戦争で追い詰められていたために彼らを受け入れたところ、最初は給与に関して兵士たちと将軍たちの間に不和が生じると、守備のためにその都市に引き入れられていたにもかかわらず、当時3000人以上いた彼らは、直ちにアクラガスの都市を略奪しようと企てた。
§2.7.8μετὰ δὲ ταῦτα παρεισαγαγόντων αὐτοὺς πάλιν εἰς Ἔρυκα τῆς αὐτῆς χρείας ἕνεκεν, πολιορκούντων τὴν πόλιν Ῥωμαίων, ἐπεχείρησαν μὲν καὶ τὴν πόλιν καὶ τοὺς συμπολιορκουμένους προδοῦναι·
その後、同じ必要性のために彼らが再びエリュクスに引き入れられ、ローマ人がその都市を包囲している際、彼らは都市と、ともに包囲されている人々の両方を裏切ろうとした。
§2.7.9τῆς δὲ πράξεως ταύτης ἀποτυχόντες ηὐτομόλησαν πρὸς τοὺς πολεμίους·
しかし、この企てに失敗すると、彼らは敵の側に投降した。
παρʼ οἷς πιστευθέντες πάλιν ἐσύλησαν τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυκίνης ἱερόν.
そして彼らのもとで信任を得ると、今度はエリュクスのアプロディテの神殿を略奪した。
§2.7.10διὸ σαφῶς ἐπεγνωκότες Ῥωμαῖοι τὴν ἀσέβειαν αὐτῶν ἅμα τῷ διαλύσασθαι τὸν πρὸς Καρχηδονίους πόλεμον οὐδὲν ἐποιήσαντο προυργιαίτερον τοῦ παροπλίσαντας αὐτοὺς ἐμβαλεῖν εἰς πλοῖα καὶ τῆς Ἰταλίας πάσης ἐξορίστους καταστῆσαι.
それゆえ、彼らの不敬虔さをはっきりと認識したローマ人は、カルタゴ人との戦争が終結するとすぐに、彼らの武装を解除して船に乗せ、イタリア全土から追放すること以上に先決なことはないとした。
§2.7.11οὓς Ἠπειρῶται τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακας ποιησάμενοι καὶ τὴν εὐδαιμονεστάτην πόλιν ἐγχειρίσαντες, πῶς οὐκ ἂν εἰκότως φανείησαν αὐτοὶ τῶν συμπτωμάτων αὑτοῖς αἴτιοι γεγονότες;
このような者たちを、エペイロス人は自国の民主政と法律の守護者とし、最も繁栄している都市を彼らに委ねたのだから、彼ら自身が自分たちの被った災難の原因となったと見なされるのは当然ではないだろうか。
§2.7.12περὶ μὲν οὖν τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ περὶ τοῦ μηδέποτε δεῖν τοὺς εὖ φρονοῦντας ἰσχυροτέραν εἰσάγεσθαι φυλακὴν ἄλλως τε καὶ βαρβάρων, ἐπὶ
以上が、エペイロス人の無知について、また、思慮ある人々は、特に野蛮人の、自分たちよりも強力な守備隊を導入すべきではないということについて(の議論である)――