§2.70.1Ἀντίγονος δʼ ἐγκρατὴς γενόμενος ἐξ ἐφόδου τῆς Σπάρτης τά τε λοιπὰ μεγαλοψύχως καὶ φιλανθρώπως ἐχρήσατο τοῖς Λακεδαιμονίοις, τό τε πολίτευμα τὸ πάτριον αὐτοῖς ἀποκαταστήσας ἐν ὀλίγαις ἡμέραις ἀνέζευξε μετὰ τῶν δυνάμεων ἐκ τῆς πόλεως, προσαγγελθέντος αὐτῷ τοὺς Ἰλλυριοὺς εἰσβεβληκότας εἰς Μακεδονίαν πορθεῖν τὴν χώραν.
アンティゴノスは進撃して直ちにスパルタを制圧したが、ラケダイモン人たちに対して、その他すべてにおいて寛大かつ人道的に接し、彼らに祖伝の国制を復興してやると、数日のうちに全軍とともに都市から撤退した。 イリュリア人たちがマケドニアに侵入して領土を略奪しているという知らせが彼に届いたからである。
§2.70.2οὕτως ἀεί ποθʼ ἡ τύχη τὰ μέγιστα τῶν πραγμάτων παρὰ λόγον εἴωθε κρίνειν.
このように、運命は常に、最も重大な事柄を予想に反して決定するものである。
§2.70.3καὶ γὰρ τότε Κλεομένης, εἴτε τὰ κατὰ τὸν κίνδυνον παρείλκυσε τελέως ὀλίγας ἡμέρας, εἴτʼ ἀναχωρήσας ἀπὸ τῆς μάχης εἰς τὴν πόλιν ἐπὶ βραχὺ τῶν καιρῶν ἀντεποιήσατο, διακατέσχεν ἂν τὴν ἀρχήν.
というのも、当時クレオメネスが、もし戦いに至る状況をほんの数日引き延ばしていたか、あるいは戦闘から都市へ退却したあと、ほんの短い期間だけでも持ちこたえていたならば、彼は王権を維持できたであろうからである。
§2.70.4οὐ μὴν ἀλλʼ ὅ γʼ Ἀντίγονος παραγενόμενος εἰς Τεγέαν καὶ τούτοις ἀποδοὺς τὴν πάτριον πολιτείαν δευτεραῖος ἐντεῦθεν εἰς Ἄργος ἐπʼ αὐτὴν ἦλθε τὴν τῶν Νεμέων πανήγυριν.
ともあれ、アンティゴノスはテゲアに到着して彼らにも祖伝の国制を返還すると、そこから二日目にアルゴスに至り、ちょうどネメアの祝祭の最中に到着した。
§2.70.5ἐν ᾗ τυχὼν πάντων τῶν πρὸς ἀθάνατον δόξαν καὶ τιμὴν ἀνηκόντων ὑπό τε τοῦ κοινοῦ τῶν Ἀχαιῶν καὶ κατʼ ἰδίαν ἑκάστης τῶν πόλεων ὥρμησε κατὰ σπουδὴν εἰς Μακεδονίαν.
この祝祭において、アカイア人の連邦からも、また各都市個別からも、不滅の栄光と名誉に値するあらゆる厚遇を授かると、彼は急いでマケドニアへと向かった。
§2.70.6καταλαβὼν δὲ τοὺς Ἰλλυριοὺς ἐν τῇ χώρᾳ καὶ συμβαλὼν ἐκ παρατάξεως τῇ μὲν μάχῃ κατώρθωσε, τῇ δὲ παρακλήσει καὶ κραυγῇ τῇ κατʼ αὐτὸν τὸν κίνδυνον ἐκθύμως χρησάμενος εἰς αἵματος ἀναγωγὴν καί τινα τοιαύτην διάθεσιν ἐμπεσὼν μετʼ οὐ πολὺ νόσῳ τὸν βίον μετήλλαξε,
そして領内でイリュリア人を見つけて会戦で撃破したものの、その戦闘の最中に熱烈に激励し大声をあげたため、吐血を来してそのような病状に陥り、それから間もなく病によって世を去った。
§2.70.7καλὰς ἐλπίδας ὑποδείξας ἐν αὑτῷ πᾶσι τοῖς Ἕλλησιν, οὐ μόνον κατὰ τὴν ἐν τοῖς ὑπαίθροις χρείαν, ἔτι δὲ μᾶλλον κατὰ τὴν ὅλην αἵρεσιν καὶ καλοκἀγαθίαν.
全ギリシア人に対して、自らのうちに素晴らしい期待を抱かせた後のことであった。 それは野戦における軍事力においてだけでなく、それ以上に彼の全般的な志操と徳においてであった。
§2.70.8τὴν δὲ Μακεδόνων βασιλείαν ἀπέλιπε Φιλίππῳ τῷ Δημητρίου.
そしてマケドニアの王位を、デメトリオスの子フィリッポスに遺した。