Humanitext Reader

ポリュビオス · 歴史 §2.69.1-2.69.11

アンティゴノスの勝利とクレオメネスの亡命

157 / 1311 箇所 · ギリシア語

要旨

セラシアの戦いは佳境に入り、騎兵戦でのフィロポイメンらの活躍を経て、両軍の王による軽装兵、そしてファランクスの決戦が展開される。結果、マケドニア王アンティゴノスが勝利し、敗れたスパルタ王クレオメネスはアレクサンドリアへと亡命する。

§2.69.1ἅμα δὲ τούτοις ὁ περὶ τοὺς ἱππεῖς συνετελεῖτο κίνδυνος, ἐκπρεπῆ ποιουμένων τὴν χρείαν τῶν Ἀχαϊκῶν ἱππέων ἁπάντων, μάλιστα δὲ Φιλοποίμενος, διὰ τὸ περὶ τῆς αὐτῶν ἐλευθερίας συνεστάναι τὸν ὅλον ἀγῶνα.
これらと同時に、騎兵たちの戦闘も決着へと向かっていた。 アカイアの全騎兵が、なかんずくフィロポイメンが、彼ら自身の自由をめぐって戦い全体が構成されているがゆえに、際立った働きをする中でのことであった。
§2.69.2καθʼ ὃν καιρὸν τῷ προειρημένῳ συνέβη τὸν μὲν ἵππον πεσεῖν πληγέντα καιρίως, αὐτὸν δὲ πεζομαχοῦντα περιπεσεῖν τραύματι βιαίῳ διʼ ἀμφοῖν τοῖν μηροῖν.
その時、前述の者には、乗馬が急所を撃ち抜かれて倒れ、自らは歩兵として戦いながら、両腿を貫通する激しい負傷を負うという事態が起こった。
§2.69.3οἱ δὲ βασιλεῖς κατὰ τὸν Ὄλυμπον τὸ μὲν πρῶτον ἐποιοῦντο διὰ τῶν εὐζώνων καὶ μισθοφόρων τὴν συμπλοκήν, παρʼ ἑκατέροις σχεδὸν ὑπαρχόντων τούτων εἰς πεντακισχιλίους.
オリュンポスの方では、両軍の王たちが、最初は軽装兵と傭兵を用いて衝突を行わせた。 これらは双方にそれぞれ約五千人ずつ存在していた。
§2.69.4ὧν ποτὲ μὲν κατὰ μέρη, ποτὲ δʼ ὁλοσχερῶς συμπιπτόντων, διαφέρουσαν συνέβαινε γίνεσθαι τὴν ἐξ ἀμφοῖν χρείαν, ὁμοῦ τῶν τε βασιλέων καὶ τῶν στρατοπέδων ἐν συνόψει ποιουμένων τὴν μάχην.
彼らが、ある時は部分的に、ある時は総力を挙げて衝突し、双方の働きに格別な違いが生じる中、王たちも全軍も同時にこの戦いを見渡せる状況で戦闘を行っていた。
§2.69.5ἡμιλλῶντο δὲ πρὸς ἑαυτοὺς καὶ κατʼ ἄνδρα καὶ κατὰ τάγμα ταῖς εὐψυχίαις.
彼らは個人としても部隊としても、互いにその勇猛さを競い合っていた。
§2.69.6ὁ δὲ Κλεομένης ὁρῶν τοὺς μὲν περὶ τὸν ἀδελφὸν πεφευγότας, τοὺς δʼ ἐν τοῖς ἐπιπέδοις ἱππεῖς ὅσον οὔπω κλίνοντας, καταπλαγὴς ὢν μὴ πανταχόθεν προσδέξηται τοὺς πολεμίους, ἠναγκάζετο διασπᾶν τὰ προτειχίσματα καὶ πᾶσαν τὴν δύναμιν ἐξάγειν μετωπηδὸν κατὰ μίαν πλευρὰν τῆς στρατοπεδείας.
一方クレオメネスは、弟の部下たちが敗走し、平地の騎兵たちも今にも退却しようとしているのを見て、四方から敵に包囲されるのではないかと恐れ、前方防壁を取り払い、陣営の片側から全軍を横隊で外へと引き出さざるを得なかった。
§2.69.7ἀνακληθέντων δὲ τῶν παρʼ ἑκατέροις εὐζώνων ἐκ τοῦ μεταξὺ τόπου διὰ τῆς σάλπιγγος, συναλαλάξασαι καὶ καταβαλοῦσαι τὰς σαρίσας συνέβαλλον αἱ φάλαγγες ἀλλήλαις.
双方の軽装兵がラッパによって中間の地帯から呼び戻されると、両軍のファランクスは一斉に鬨の声をあげ、サリサを構えて互いに激突した。
§2.69.8ἀγῶνος δὲ γενομένου κραταιοῦ, καὶ ποτὲ μὲν ἐπὶ πόδα ποιουμένων τὴν ἀναχώρησιν καὶ πιεζομένων ἐπὶ πολὺ τῶν Μακεδόνων ὑπὸ τῆς τῶν Λακώνων εὐψυχίας, ποτὲ δὲ τῶν Λακεδαιμονίων ἐξωθουμένων ὑπὸ τοῦ βάρους τῆς τῶν Μακεδόνων τάξεως, §2.69.9τέλος οἱ περὶ τὸν Ἀντίγονον συμφράξαντες τὰς σαρίσας καὶ χρησάμενοι τῷ τῆς ἐπαλλήλου φάλαγγος ἰδιώματι, βίᾳ προσπεσόντες ἐξέωσαν ἐκ τῶν ὀχυρωμάτων τοὺς Λακεδαιμονίους.
激しい戦闘が生じ、ある時はマケドニア兵がラコニア兵の勇気によって大いに圧迫されて退却し、またある時はラケダイモン兵がマケドニア兵の陣列の重圧によって押し戻される中で、ついにアンティゴノスとその部下たちは、サリサを密着させ、二重ファランクスの特有の戦法を用いて、猛烈に突撃して防塁からラケダイモン兵を押し出した。
§2.69.10τὸ μὲν οὖν ἄλλο πλῆθος ἔφευγε προτροπάδην φονευόμενον· ὁ δὲ Κλεομένης ἱππεῖς τινας ἔχων περὶ ἑαυτὸν ἀπεχώρησε μετὰ τούτων ἀσφαλῶς εἰς τὴν Σπάρτην.
こうして、他の多くの兵は追撃されて殺戮されながら逃走したが、クレオメネスは身の回りに数名の騎兵を従えて、彼らとともに安全にスパルタへと退却した。
§2.69.11ἐπιγενομένης δὲ τῆς νυκτὸς καταβὰς εἰς Γύθιον, ἡτοιμασμένων αὐτῷ τῶν πρὸς τὸν πλοῦν ἐκ πλείονος χρόνου πρὸς τὸ συμβαῖνον, ἀπῆρε μετὰ τῶν φίλων εἰς Ἀλεξάνδρειαν.
夜が訪れると、彼はギュアオンへと下り、万一の事態に備えてかねてより航海の準備が彼のために整えられていたので、友人たちとともにアレクサンドリアへと出航した。

語釈・文法注

  1. 2.69.1ἐκπρεπῆ ποιουμένων τὴν χρείαν τῶν Ἀχαϊκῶν ἱππέων ἁπάντων, μάλιστα δὲ Φιλοποίμενος — 属格絶対(独立分詞構文)であり、意味上の主語は τῶν Ἀχαϊκῶν ἱππέων ἁπάντων, μάλιστα δὲ Φιλοποίμενος、分詞は現在分詞の中・受動態(ここでは能動の意味で用いられる異態動詞)属格複数形の ποιουμένων。フィロポイメン(Φιλοποίμενος)も同じく属格の支配下にある。
  2. 2.69.2τῷ προειρημένῳ συνέβη τὸν μὲν ἵππον πεσεῖν ... αὐτὸν δὲ ... περιπεσεῖν — 非人称動詞 συνέβη(起こった)が、与格の「前述の者(=フィロポイメン)」を伴い、不定詞節「馬が倒れ(τὸν μὲν ἵππον πεσεῖν)…彼自身が傷を負う(αὐτὸν δὲ... περιπεσεῖν)」を実質的な主語として取る構文。
  3. 2.69.4ὁμοῦ τῶν τε βασιλέων καὶ τῶν στρατοπέδων ἐν συνόψει ποιουμένων τὴν μάχην — 属格絶対(独立分詞構文)であり、主語は τῶν τε βασιλέων καὶ τῶν στρατοπέδων、分詞は ποιουμένων。ἐν συνόψει(一望の中に)は「戦闘が双方の王や全軍の目の前で見渡せる状態で行われた」ことを示し、戦況の空間的把握を表す。
  4. 2.69.6καταπλαγὴς ὢν μὴ πανταchόθεν προσδέξηται τοὺς πολεμίους — 恐れを示す形容詞 καταπλαγής(恐れた)に導かれる μὴ +接続法(προσδέξηται)の構文で、「〜ではないかと恐れて」という懸念の内容を表す。接続法 aorist 3人称単数形が用いられている。
  5. 2.69.11ἡτοιμασμένων αὐτῷ τῶν πρὸς τὸν πλοῦν ἐκ πλείονος chρόνου πρὸς τὸ συμβαῖνον — 属格絶対(独立分詞構文)であり、分詞は完了受動分詞の ἡτοιμασμένων、主語は中性複数名詞化された表現 τῶν πρὸς τὸν πλοῦν(航海に必要な諸準備)。πρὸς τὸ συμβαῖνον(起こりうる事態に対して)は「万一の事態に備えて」の意味。

この箇所を引用する

ポリュビオス, 歴史 §2.69.1-2.69.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.69.1-2.69.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。