§2.69.1ἅμα δὲ τούτοις ὁ περὶ τοὺς ἱππεῖς συνετελεῖτο κίνδυνος, ἐκπρεπῆ ποιουμένων τὴν χρείαν τῶν Ἀχαϊκῶν ἱππέων ἁπάντων, μάλιστα δὲ Φιλοποίμενος, διὰ τὸ περὶ τῆς αὐτῶν ἐλευθερίας συνεστάναι τὸν ὅλον ἀγῶνα.
与此同时,骑兵之间的战斗也接近尾声,全体阿开亚骑兵,尤其是菲洛皮门,表现出了杰出的英勇,因为整个斗争都关系到他们自身的自由。
§2.69.2καθʼ ὃν καιρὸν τῷ προειρημένῳ συνέβη τὸν μὲν ἵππον πεσεῖν πληγέντα καιρίως, αὐτὸν δὲ πεζομαχοῦντα περιπεσεῖν τραύματι βιαίῳ διʼ ἀμφοῖν τοῖν μηροῖν.
就在那时,前述之人战马被击中要害而倒地,他自己则在徒步战斗中,双腿被刺穿,受了重伤。
§2.69.3οἱ δὲ βασιλεῖς κατὰ τὸν Ὄλυμπον τὸ μὲν πρῶτον ἐποιοῦντο διὰ τῶν εὐζώνων καὶ μισθοφόρων τὴν συμπλοκήν, παρʼ ἑκατέροις σχεδὸν ὑπαρχόντων τούτων εἰς πεντακισχιλίους.
至于在奥林匹斯山那边的国王们,起初通过轻装步兵和雇佣兵进行交战,双方各自拥有此类兵力约五千人。
§2.69.4ὧν ποτὲ μὲν κατὰ μέρη, ποτὲ δʼ ὁλοσχερῶς συμπιπτόντων, διαφέρουσαν συνέβαινε γίνεσθαι τὴν ἐξ ἀμφοῖν χρείαν, ὁμοῦ τῶν τε βασιλέων καὶ τῶν στρατοπέδων ἐν συνόψει ποιουμένων τὴν μάχην.
这些士兵时而局部交锋,时而全体冲突,两军的战斗表现皆极为优异,同时国王们和全体军队都在一览无遗的视野中注视着这场战斗。
§2.69.5ἡμιλλῶντο δὲ πρὸς ἑαυτοὺς καὶ κατʼ ἄνδρα καὶ κατὰ τάγμα ταῖς εὐψυχίαις.
他们在勇气上互相竞争,无论是个体还是整个编制。
§2.69.6ὁ δὲ Κλεομένης ὁρῶν τοὺς μὲν περὶ τὸν ἀδελφὸν πεφευγότας, τοὺς δʼ ἐν τοῖς ἐπιπέδοις ἱππεῖς ὅσον οὔπω κλίνοντας, καταπλαγὴς ὢν μὴ πανταχόθεν προσδέξηται τοὺς πολεμίους, ἠναγκάζετο διασπᾶν τὰ προτειχίσματα καὶ πᾶσαν τὴν δύναμιν ἐξάγειν μετωπηδὸν κατὰ μίαν πλευρὰν τῆς στρατοπεδείας.
克里昂米尼看到他兄弟的部下已经溃逃,而平原上的骑兵也行将退却,因害怕遭到敌人四面合围,不得不拆毁前方的防御工事,将全部兵力呈横队从营地的一侧撤出。
§2.69.7ἀνακληθέντων δὲ τῶν παρʼ ἑκατέροις εὐζώνων ἐκ τοῦ μεταξὺ τόπου διὰ τῆς σάλπιγγος, συναλαλάξασαι καὶ καταβαλοῦσαι τὰς σαρίσας συνέβαλλον αἱ φάλαγγες ἀλλήλαις.
随着双方的轻装步兵被军号从中间地带召回,两军的方阵齐声呐喊,放下萨里沙长枪,相互碰撞。
§2.69.8ἀγῶνος δὲ γενομένου κραταιοῦ, καὶ ποτὲ μὲν ἐπὶ πόδα ποιουμένων τὴν ἀναχώρησιν καὶ πιεζομένων ἐπὶ πολὺ τῶν Μακεδόνων ὑπὸ τῆς τῶν Λακώνων εὐψυχίας, ποτὲ δὲ τῶν Λακεδαιμονίων ἐξωθουμένων ὑπὸ τοῦ βάρους τῆς τῶν Μακεδόνων τάξεως, §2.69.9τέλος οἱ περὶ τὸν Ἀντίγονον συμφράξαντες τὰς σαρίσας καὶ χρησάμενοι τῷ τῆς ἐπαλλήλου φάλαγγος ἰδιώματι, βίᾳ προσπεσόντες ἐξέωσαν ἐκ τῶν ὀχυρωμάτων τοὺς Λακεδαιμονίους.
激烈的战斗展开了,时而马其顿人迫于拉科尼亚人的勇猛而逐步退却、承受着巨大的压力,时而拉刻代蒙人因马其顿阵型的重压而被推挤回去;最终,安提柯及其部下紧锁萨里沙长枪,利用密接方阵的独特战术,猛烈地发起冲锋,将拉刻代蒙人驱逐出了防御阵地。
§2.69.10τὸ μὲν οὖν ἄλλο πλῆθος ἔφευγε προτροπάδην φονευόμενον· ὁ δὲ Κλεομένης ἱππεῖς τινας ἔχων περὶ ἑαυτὸν ἀπεχώρησε μετὰ τούτων ἀσφαλῶς εἰς τὴν Σπάρτην.
于是,其余的大部分士兵在被一路屠杀中狼狈逃窜;但克里昂米尼身边带着几名骑兵,与他们一起安全地退回了斯巴达。
§2.69.11ἐπιγενομένης δὲ τῆς νυκτὸς καταβὰς εἰς Γύθιον, ἡτοιμασμένων αὐτῷ τῶν πρὸς τὸν πλοῦν ἐκ πλείονος χρόνου πρὸς τὸ συμβαῖνον, ἀπῆρε μετὰ τῶν φίλων εἰς Ἀλεξάνδρειαν.
入夜后,他下山前往吉雄,由于很久以前就已为他防范万一而做好航海准备,他便与朋友们一起乘船前往亚历山大里亚。