§2.68.1ὅθεν καὶ τὸν Ἀντίγονόν φασι μετὰ ταῦτα καταπειράζοντα πυνθάνεσθαι τοῦ ταχθέντος ἐπὶ τῶν ἱππέων Ἀλεξάνδρου διὰ τί πρὸ τοῦ παραδοθῆναι τὸ σύνθημα τοῦ κινδύνου κατάρξαιτο.
それゆえ、後になってアンティゴノスは、騎兵の指揮を任されていたアレクサンドロスの忠誠を試そうとして、なぜ戦闘の合図が送られる前に戦いを開始したのかと彼に尋ねたと言われている。
§2.68.2τοῦ δʼ ἀρνουμένου, φάσκοντος δὲ μειράκιόν τι Μεγαλοπολιτικὸν προεγχειρῆσαι παρὰ τὴν ἑαυτοῦ γνώμην, εἰπεῖν διότι τὸ μὲν μειράκιον ἡγεμόνος ἔργον ἀγαθοῦ ποιήσαι, συνθεασάμενον τὸν καιρόν, ἐκεῖνος δʼ ἡγεμὼν ὑπάρχων μειρακίου τοῦ τυχόντος.
アレクサンドロスがそれを否定し、あるメガロポリスの若者が自分の意に反して先に手を出したのだと主張すると、アンティゴノスは、その若者は好機を見極めて優れた指揮官の役割を果たしたが、アレクサンドロスは指揮官でありながら、ありふれた若者のようであったと言った。
§2.68.3οὐ μὴν ἀλλʼ οἵ γε περὶ τὸν Εὐκλείδαν ὁρῶντες προσβαινούσας τὰς σπείρας, ἀφέμενοι τοῦ χρῆσθαι ταῖς τῶν τόπων εὐκαιρίαις —
しかしながら、エウクレイダスとその部下たちは、敵の歩兵連隊が登ってくるのを見ながら、地形の有利さを利用することを放棄してしまった。
§2.68.4τοῦτο δʼ ἦν ἐκ πολλοῦ συναντῶντας καὶ προσπίπτοντας τοῖς πολεμίοις τὰ μὲν ἐκείνων στίφη συνταράττειν καὶ διαλύειν, αὐτοὺς δʼ ὑποχωρεῖν ἐπὶ πόδα καὶ μεθίστασθαι πρὸς τοὺς ὑπερδεξίους ἀεὶ τόπους ἀσφαλῶς·
地形を利用するとは、はるか前方から敵を迎え撃って襲いかかり、敵の隊列を混乱させて解体し、自らは一歩一歩退却して、常に安全に高い場所へと移動することであった。
§2.68.5οὕτω γὰρ ἂν προλυμηνάμενοι καὶ συγχέαντες τὸ τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως ἰδίωμα τῶν ὑπεναντίων ῥᾳδίως αὐτοὺς ἐτρέψαντο διὰ τὴν τῶν τόπων εὐφυΐαν —
そうしていれば、あらかじめ敵の重武装と陣形の特性を損ない、混乱させることで、地形の有利さによって彼らを容易に敗走させられたであろうからである。
§2.68.6τούτων μὲν οὐδὲν ἐποίησαν, καθάπερ δʼ ἐξ ἑτοίμου σφίσι τῆς νίκης ὑπαρχούσης τοὐναντίον ἔπραξαν.
しかし、彼らはこれらのことを何一つ行わず、まるで勝利がすでに手元に用意されているかのように、それとは反対のことを行った。
§2.68.7κατὰ γὰρ τὴν ἐξ ἀρχῆς στάσιν ἔμενον ἐπὶ τῶν ἄκρων, ὡς ἀνωτάτω σπεύδοντες λαβεῖν τοὺς ὑπεναντίους εἰς τὸ τὴν φυγὴν ἐπὶ πολὺ καταφερῆ καὶ κρημνώδη γενέσθαι τοῖς πολεμίοις.
すなわち、最初の配置に従って山頂にとどまり、できるだけ高い場所で敵を迎え撃とうと努めた。 それは敵の敗走が、長くて険しい下り坂になるようにするためであった。
§2.68.8συνέβη δʼ, ὅπερ εἰκὸς ἦν, τοὐναντίον·
しかし、当然の成り行きとして、反対のことが起こった。
οὐ γὰρ ἀπολιπόντες αὑτοῖς ἀναχώρησιν, προσδεξάμενοι δʼ ἀκεραίους ἅμα καὶ συνεστώσας τὰς σπείρας, εἰς τοῦτο δυσχρηστίας ἦλθον ὥστε διʼ αὐτῆς τῆς τοῦ λόφου κορυφῆς διαμάχεσθαι πρὸς τοὺς βιαζομένους.
彼らは自分たちに退路を残しておかず、しかも疲弊しておらず秩序の保たれた敵の歩兵連隊を迎え撃ったため、極めて困難な状況に陥り、その結果、丘の頂上そのものにおいて、突撃してくる者たちと戦わざるを得なくなった。
§2.68.9λοιπὸν ὅσον ἐκ ποδὸς ἐπιέσθησαν τῷ βάρει τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως, εὐθέως οἱ μὲν Ἰλλυριοὶ τὴν κατάστασιν ἐλάμβανον, οἱ δὲ περὶ τὸν Εὐκλείδαν τὴν ὑπὸ πόδα διὰ τὸ μὴ καταλείπεσθαι τόπον εἰς ἀναχώρησιν καὶ μετάστασιν ἑαυτοῖς.
そして、彼らが敵の重武装と陣形の重圧によって徐々に押し込まれると、ただちにイリュリア兵たちは優勢な立場を占め、エウクレイダスの兵たちは、自分たちに退却や移動のための場所が残されていなかったために、敗走を始めた。
§2.68.10ἐξ οὗ ταχέως συνέβη τραπέντας αὐτοὺς ὀλεθρίῳ χρήσασθαι φυγῇ, κρημνώδη καὶ δύσβατον ἐχόντων ἐπὶ πολὺ τὴν ἀναχώρησιν τῶν τόπων.
その結果、彼らは速やかに敗走させられ、壊滅的な逃走を余儀なくされた。 退路となる地形が長きにわたって険しく、通り抜けにくかったためである。