Humanitext Reader

波利比奥斯 · 历史 §2.68.1-2.68.10

安提柯赞赏菲洛皮门与尤克里达斯覆灭

第 156 段,共 1311 段 · 希腊语

内容简介

安提柯赞扬了未等命令便发起冲锋的菲洛皮门。与此同时,尤克里达斯未能利用地形优势,选择在山顶迎击敌军,最终因缺乏退路而遭遇毁灭性惨败。

§2.68.1ὅθεν καὶ τὸν Ἀντίγονόν φασι μετὰ ταῦτα καταπειράζοντα πυνθάνεσθαι τοῦ ταχθέντος ἐπὶ τῶν ἱππέων Ἀλεξάνδρου διὰ τί πρὸ τοῦ παραδοθῆναι τὸ σύνθημα τοῦ κινδύνου κατάρξαιτο.
因此,据说后来安提柯为了测试他,向负责骑兵指挥的亚历山大询问,为什么在信号发出之前就开战。
§2.68.2τοῦ δʼ ἀρνουμένου, φάσκοντος δὲ μειράκιόν τι Μεγαλοπολιτικὸν προεγχειρῆσαι παρὰ τὴν ἑαυτοῦ γνώμην, εἰπεῖν διότι τὸ μὲν μειράκιον ἡγεμόνος ἔργον ἀγαθοῦ ποιήσαι, συνθεασάμενον τὸν καιρόν, ἐκεῖνος δʼ ἡγεμὼν ὑπάρχων μειρακίου τοῦ τυχόντος.
当亚历山大否认,并声称是一个来自梅加洛波利斯的年轻人违背他自己的意愿提前发起攻击时,安提柯说,那个年轻人看准了时机,履行了优秀指挥官的职责,而亚历山大虽然是指挥官,表现却像个平庸的年轻人。
§2.68.3οὐ μὴν ἀλλʼ οἵ γε περὶ τὸν Εὐκλείδαν ὁρῶντες προσβαινούσας τὰς σπείρας, ἀφέμενοι τοῦ χρῆσθαι ταῖς τῶν τόπων εὐκαιρίαις — §2.68.4τοῦτο δʼ ἦν ἐκ πολλοῦ συναντῶντας καὶ προσπίπτοντας τοῖς πολεμίοις τὰ μὲν ἐκείνων στίφη συνταράττειν καὶ διαλύειν, αὐτοὺς δʼ ὑποχωρεῖν ἐπὶ πόδα καὶ μεθίστασθαι πρὸς τοὺς ὑπερδεξίους ἀεὶ τόπους ἀσφαλῶς· §2.68.5οὕτω γὰρ ἂν προλυμηνάμενοι καὶ συγχέαντες τὸ τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως ἰδίωμα τῶν ὑπεναντίων ῥᾳδίως αὐτοὺς ἐτρέψαντο διὰ τὴν τῶν τόπων εὐφυΐαν — §2.68.6τούτων μὲν οὐδὲν ἐποίησαν, καθάπερ δʼ ἐξ ἑτοίμου σφίσι τῆς νίκης ὑπαρχούσης τοὐναντίον ἔπραξαν.
然而,尤克里达斯和他的部下看到步兵连队登上来,却放弃了利用地形优势的机会—— 这本该是提前迎击并袭击敌人,使他们的队列混乱并瓦解,而自己则逐步退却,安全地转移到更高的有利地形;因为通过这样预先削弱和打乱敌军重装备和阵型的特点,他们本可以利用有利的地形轻易击退敌人—— 但他们没有做这些事情,反而做出了相反的行为,仿佛胜利已经是他们囊中之物一样。
§2.68.7κατὰ γὰρ τὴν ἐξ ἀρχῆς στάσιν ἔμενον ἐπὶ τῶν ἄκρων, ὡς ἀνωτάτω σπεύδοντες λαβεῖν τοὺς ὑπεναντίους εἰς τὸ τὴν φυγὴν ἐπὶ πολὺ καταφερῆ καὶ κρημνώδη γενέσθαι τοῖς πολεμίοις.
因为他们留在了最初部署的山顶上,企图在尽可能高的地方迎击敌人,以便让敌人的败退成为一段漫长而陡峭的下坡路。
§2.68.8συνέβη δʼ, ὅπερ εἰκὸς ἦν, τοὐναντίον· οὐ γὰρ ἀπολιπόντες αὑτοῖς ἀναχώρησιν, προσδεξάμενοι δʼ ἀκεραίους ἅμα καὶ συνεστώσας τὰς σπείρας, εἰς τοῦτο δυσχρηστίας ἦλθον ὥστε διʼ αὐτῆς τῆς τοῦ λόφου κορυφῆς διαμάχεσθαι πρὸς τοὺς βιαζομένους.
然而,理所当然地,结果恰恰相反;因为他们没有给自己留下退路,且迎击的是精锐且保持着紧密阵型的敌军步兵连队,以致陷入了极大的困境,不得不在山丘的最顶端与强行攻上来的敌人进行殊死搏斗。
§2.68.9λοιπὸν ὅσον ἐκ ποδὸς ἐπιέσθησαν τῷ βάρει τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως, εὐθέως οἱ μὲν Ἰλλυριοὶ τὴν κατάστασιν ἐλάμβανον, οἱ δὲ περὶ τὸν Εὐκλείδαν τὴν ὑπὸ πόδα διὰ τὸ μὴ καταλείπεσθαι τόπον εἰς ἀναχώρησιν καὶ μετάστασιν ἑαυτοῖς.
最终,当他们由于敌军重武装和阵型的重压而逐步被推挤时,伊利里亚人立刻占领了优势阵地,而尤克里达斯的部下则开始溃退,因为他们已经没有退却和转移的空间了。
§2.68.10ἐξ οὗ ταχέως συνέβη τραπέντας αὐτοὺς ὀλεθρίῳ χρήσασθαι φυγῇ, κρημνώδη καὶ δύσβατον ἐχόντων ἐπὶ πολὺ τὴν ἀναχώρησιν τῶν τόπων.
结果,他们很快被击溃,并遭受了毁灭性的溃逃,因为退路的地形在很长的一段距离内都异常陡峭且难以通行。

词汇与语法注释

  1. §2.68.1καταπειράζοντα — 意为“测试”或“探听”的分词,此处带有安提柯想要试探亚历山大的能力、战术判断力或真实意图的语气。
  2. §2.68.2μειρακίου τοῦ τυχόντος — 与前文的 `ἡγεμόνος ἔργον ἀγαθοῦ ποιήσαι` 相对比,此处省略了 `ἔργον ποιήσαι`。理解为“虽然是将军,却扮演了普通年轻人的角色”。
  3. §2.68.3οὐ μὴν ἀλλʼ οἵ γε περὶ τὸν Εὐκλείδαν — 从此处开始的句子,在夹杂了 §2.68.4–5 关于本来应如何利用地形优势的冗长插入解释后,主句谓语在 §2.68.6 以 `τούτων μὲν οὐδὲν ἐποίησαν` 重新开始,形成了一种破格句法(anacoluthon)。
  4. §2.68.9τὴν ὑπὸ πόδα — 冠词 `τὴν` 后省略的名词可以考虑为 `φυγήν`(溃败)或 `χώραν / στάσιν`(脚下的位置、退却)。与伊利里亚人的 `τὴν κατάστασιν ἐλάμβανον`(确立优势阵地)相对比,表示尤克里达斯一方开始“退却”或“逃跑”。

引用这一段

波利比奥斯, 历史 §2.68.1-2.68.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.68.1-2.68.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。