§2.66.1προχείρως ἀπέγνω, στρατοπεδεύσας δʼ ἐν βραχεῖ διαστήματι καὶ λαβὼν πρόβλημα τὸν Γοργύλον καλούμενον ποταμόν, τινὰς μὲν ἡμέρας ἐπιμένων συνεθεώρει τάς τε τῶν τόπων ἰδιότητας καὶ τὰς τῶν δυνάμεων διαφοράς,
軽率に実行することを断念し、短い距離を置いて陣を張り、ゴルギュロスと呼ばれる川を障壁としつつ、数日の間とどまりながら、土地の特徴と両軍の戦力の違いを観察した。
§2.66.2ἅμα δὲ καὶ προδεικνύων τινὰς ἐπιβολὰς πρὸς τὸ μέλλον ἐξεκαλεῖτο τὰς τῶν ὑπεναντίων ἐπινοίας.
また同時に、今後の攻撃をいくつか予兆として示すことによって、敵の企図を誘い出そうとした。
§2.66.3οὐ δυνάμενος δὲ λαβεῖν οὐδὲν ἀργὸν οὐδʼ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη, §2.66.4τῆς μὲν τοιαύτης ἐπινοίας ἀπέστη, τέλος δʼ ἐξ ὁμολόγου διὰ μάχης ἀμφότεροι προέθεντο κρίνειν τὰς πράξεις· πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας ἡ τύχη συνέβαλε τούτους τοὺς ἄνδρας.
クレオメネスがあらゆることに対して機敏に対抗措置を講じたため、およそ隙も無防備なところも突くことができず、このような企てを断念し、最終的には合意の上で、戦闘によって決着をつけることを両者ともに決定した。 運命はまさにこのように、極めて優秀で互角の将軍たちを対峙させたのである。
§2.66.5πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν ὁ βασιλεὺς ἀντέταξε τῶν τε Μακεδόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους, Ἀλέξανδρον τὸν Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας.
そこで、エウアスの丘の敵に対して、王はマケドニア人の青銅盾兵とイリュリア兵を、部隊ごとに交互に配置し、アクメトスの子アレクサンドロスとパロスのデメトリオスを指揮官に据えた。
§2.66.6ἐπὶ δὲ τούτοις τοὺς Ἀκαρνᾶνας καὶ Ἠπειρώτας ἐπέβαλε·
そして彼らの背後にアカルナニア兵とエペイロス兵を配置した。
τούτων δὲ κατόπιν ἦσαν δισχίλιοι τῶν Ἀχαιῶν, ἐφεδρείας λαμβάνοντες τάξιν.
彼らの後方には二千人のアカイア兵が、予備部隊の形で控えていた。
§2.66.7τοὺς δʼ ἱππεῖς περὶ τὸν Οἰνοῦντα ποταμὸν ἀντέθηκε τῷ τῶν πολεμίων ἱππικῷ, συστήσας αὐτοῖς Ἀλέξανδρον ἡγεμόνα καὶ συμπαραθεὶς πεζοὺς τῶν Ἀχαϊκῶν χιλίους καὶ Μεγαλοπολίτας τοὺς ἴσους.
騎兵については、オイヌス川付近で敵の騎兵隊と対峙させ、アレクサンドロスをその指揮官に任じ、アカイア兵の歩兵千人と同数のメガロポリス兵をその側面に並べて配備した。
§2.66.8αὐτὸς δὲ τοὺς μισθοφόρους ἔχων καὶ τοὺς Μακεδόνας κατὰ τὸν Ὄλυμπον πρὸς τοὺς περὶ τὸν Κλεομένη διέγνω ποιεῖσθαι τὴν μάχην.
彼自身は傭兵とマケドニア兵を率いて、オリュンポスの丘においてクレオメネス率いる部隊と決戦することを決定した。
§2.66.9προτάξας οὖν τοὺς μισθοφόρους ἐπέστησε διφαλαγγίαν ἐπάλληλον τῶν Μακεδόνων·
そこで、傭兵たちを前線に配置した上で、マケドニア兵の二重のファランクスを前後に重ねて配置した。
ἐποίει δὲ τοῦτο διὰ τὴν στενότητα τῶν τόπων.
彼がこのようにしたのは、地形が狭かったためである。
§2.66.10σύνθημα δʼ ἦν τοῖς μὲν Ἰλλυριοῖς τότε ποιεῖσθαι τὴν ἀρχὴν τῆς πρὸς τὸν λόφον προσβολῆς, ὅταν ἴδωσιν ἀρθεῖσαν ἀπὸ τῶν κατὰ τὸν Ὄλυμπον τόπων σινδόνα — προσηρτημένοι γὰρ ἦσαν οὗτοι νυκτὸς ἐν τῷ Γοργύλῳ ποταμῷ πρὸς αὐτῇ τῇ τοῦ λόφου ῥίζῃ —
そして当時、イリュリア兵に対する突撃開始の合図は、オリュンポスの丘のあたりから白い亜麻布が掲げられるのを見た時とされた。 というのも、彼らは夜のうちにゴルギュロス川の、丘の麓に非常に近い場所に身を潜めていたからである。
§2.66.11τοῖς δὲ Μεγαλοπολίταις καὶ τοῖς ἱππεῦσι παραπλησίως, ἐπειδὰν φοινικὶς ἐξαρθῇ παρὰ τοῦ βασιλέως.
また、メガロポリス兵と騎兵に対しても同様に、王から真紅の旗が掲げられた時であった。