§2.65.1τοῦ δὲ θέρους ἐνισταμένου, καὶ συνελθόντων τῶν Μακεδόνων καὶ τῶν Ἀχαιῶν ἐκ τῆς χειμασίας, ἀναλαβὼν τὴν στρατιὰν Ἀντίγονος προῆγε μετὰ τῶν συμμάχων εἰς τὴν Λακωνικήν,
夏が始まり、マケドニア人とアカイア人が冬営から集まると、アンティゴノスは軍勢を率い、同盟軍とともにラコニケへと前進した。
§2.65.2ἔχων Μακεδόνας μὲν τοὺς εἰς τὴν φάλαγγα μυρίους, πελταστὰς δὲ τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, Ἀγριᾶνας δὲ σὺν τούτοις χιλίους καὶ Γαλάτας ἄλλους τοσούτους, μισθοφόρους δὲ τοὺς πάντας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους,
彼は、ファランクス用のマケドニア兵一万人、ペルタスタイ三千人、騎兵三百人、さらにこれらに加えてアグリアネス兵千人と同数のガラティア兵、そして傭兵全体で歩兵三千人と騎兵三百人を率いていた。
§2.65.3Ἀχαιῶν δʼ ἐπιλέκτους πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, καὶ Μεγαλοπολίτας χιλίους εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους, ὧν ἡγεῖτο Κερκιδᾶς Μεγαλοπολίτης, τῶν δὲ συμμάχων Βοιωτῶν μὲν πεζοὺς δισχιλίους, §2.65.4ἱππεῖς δὲ διακοσίους, Ἠπειρωτῶν πεζοὺς χιλίους, ἱππεῖς πεντήκοντα, Ἀκαρνάνων ἄλλους τοσούτους, Ἰλλυριῶν χιλίους ἑξακοσίους, ἐφʼ ὧν ἦν Δημήτριος ὁ Φάριος,
またアカイア人の選抜歩兵三千人と騎兵三百人、マケドニア風に武装したメガロポリス兵千人(彼らはメガロポリス人のケルキダスが率いていた)、同盟軍のうちボイオティア人の歩兵二千人と、騎兵二百人、エペイロス人の歩兵千人と騎兵五十人、同数のアカルナニア兵、そしてパロスのデメトリオスが指揮するイリュリア兵千六百人を擁していた。
§2.65.5ὥστʼ εἶναι πᾶσαν τὴν δύναμιν πεζοὺς μὲν εἰς δισμυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ χιλίους καὶ διακοσίους.
したがって、全軍勢は歩兵約二万八千人、騎兵千二百人となった。
§2.65.6ὁ δὲ Κλεομένης προσδοκῶν τὴν ἔφοδον τὰς μὲν ἄλλας τὰς εἰς τὴν χώραν εἰσβολὰς ἠσφαλίσατο φυλακαῖς καὶ τάφροις καὶ δένδρων ἐκκοπαῖς,
一方、クレオメネスはこの来襲を予想し、領内への他の侵入路を警備兵、塹壕、そして樹木の伐採によって防備した。
§2.65.7αὐτὸς δὲ κατὰ τὴν Σελλασίαν καλουμένην μετὰ τῆς δυνάμεως ἐστρατοπέδευε, τῆς πάσης ὑπαρχούσης αὐτῷ στρατιᾶς εἰς δύο μυριάδας, στοχαζόμενος ἐκ τῶν κατὰ λόγον ταύτῃ ποιήσασθαι τοὺς ὑπεναντίους τὴν εἰσβολήν· ὃ καὶ συνεκύρησε.
そして自身はセラシアと呼ばれる場所に全軍勢とともに陣を張ったが、彼の全軍は二万に達しており、道理から言って敵がここから侵入してくるだろうと推測したからであり、実際にその通りになった。
§2.65.8δύο δὲ λόφων ἐπʼ αὐτῆς τῆς εἰσόδου κειμένων, ὧν τὸν μὲν Εὔαν, τὸν δʼ ἕτερον Ὄλυμπον καλεῖσθαι συμβαίνει,
その入り口自体に二つの丘が横たわっており、一方はエウアス、他方はオリュンポスと呼ばれていた。
§2.65.9τῆς δʼ ὁδοῦ μεταξὺ τούτων παρὰ τὸν Οἰνοῦντα ποταμὸν φερούσης εἰς τὴν Σπάρτην, ὁ μὲν Κλεομένης τῶν προειρημένων λόφων συνάμφω τάφρον καὶ χάρακα προβαλόμενος ἐπὶ μὲν τὸν Εὔαν ἔταξε τοὺς περιοίκους καὶ συμμάχους, ἐφʼ ὧν ἐπέστησε τὸν ἀδελφὸν Εὐκλείδαν, αὐτὸς δὲ τὸν Ὄλυμπον κατεῖχε μετὰ Λακεδαιμονίων καὶ τῶν μισθοφόρων.
それらの間を通る道路がオイヌス川に沿ってスパルタへと至っていたが、クレオメネスは上述の両方の丘の前に塹壕と柵を設け、エウアスには周辺住民(ペリオイコイ)と同盟軍を配置して、その指揮を弟エウクレイダスに委ね、自身はラケダイモン人と傭兵とともにオリュンポスを占拠した。
§2.65.10ἐν δὲ τοῖς ἐπιπέδοις παρὰ τὸν ποταμὸν ἐφʼ ἑκάτερα τῆς ὁδοῦ τοὺς ἱππεῖς μετὰ μέρους τινὸς τῶν μισθοφόρων παρενέβαλεν.
そして、道路の両側にある川沿いの平地には、騎兵と一部の傭兵を配置した。
§2.65.11Ἀντίγονος δὲ παραγενόμενος καὶ συνθεωρήσας τήν τε τῶν τόπων ὀχυρότητα καὶ τὸν Κλεομένη πᾶσι τοῖς οἰκείοις μέρεσι τῆς δυνάμεως οὕτως εὐστόχως προκατειληφότα τὰς εὐκαιρίας ὥστε παραπλήσιον εἶναι τὸ σύμπαν σχῆμα τῆς στρατοπεδείας τῆς τῶν ἀγαθῶν ὁπλομάχων προβολῆς·
アンティゴノスは到着すると、土地の険しさと、クレオメネスが自軍のすべての部分を実に見事に配備して要所を先占しているのを目にしたが、その陣容全体の姿は、優れた武術家の構えに類似していた。
§2.65.12οὐδὲν γὰρ ἀπέλειπε τῶν πρὸς ἐπίθεσιν ἅμα καὶ φυλακήν, ἀλλʼ ἦν ὁμοῦ παράταξις ἐνεργὸς καὶ παρεμβολὴ δυσπρόσοδος·
というのも、攻撃と防御の両方に必要なものの何一つ欠けておらず、それは実戦的な陣形であると同時に、近づきがたい堅固な陣地でもあったからである。
§2.65.13διὸ καὶ τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι
それゆえ、直ちに攻撃を試みて交戦することを……