§2.66.1προχείρως ἀπέγνω, στρατοπεδεύσας δʼ ἐν βραχεῖ διαστήματι καὶ λαβὼν πρόβλημα τὸν Γοργύλον καλούμενον ποταμόν, τινὰς μὲν ἡμέρας ἐπιμένων συνεθεώρει τάς τε τῶν τόπων ἰδιότητας καὶ τὰς τῶν δυνάμεων διαφοράς,
安提柯放弃了轻率进攻的打算,在较短的距离外扎营,并以被称为戈尔吉洛斯的河流作为屏障。 他在此停留了数日,观察着地形的特点以及两军力量的差异。
§2.66.2ἅμα δὲ καὶ προδεικνύων τινὰς ἐπιβολὰς πρὸς τὸ μέλλον ἐξεκαλεῖτο τὰς τῶν ὑπεναντίων ἐπινοίας.
同时,他通过预先展示一些未来的军事企图,来试探并引诱出敌人的意图。
§2.66.3οὐ δυνάμενος δὲ λαβεῖν οὐδὲν ἀργὸν οὐδʼ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη, §2.66.4τῆς μὲν τοιαύτης ἐπινοίας ἀπέστη, τέλος δʼ ἐξ ὁμολόγου διὰ μάχης ἀμφότεροι προέθεντο κρίνειν τὰς πράξεις·
但由于克利奥米尼对一切变动都做好了迅速应对的准备,安提柯无法找到任何疏忽或不设防之处,于是他放弃了这种企图,最终双方一致决定通过战斗公开决出胜负。
πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας ἡ τύχη συνέβαλε τούτους τοὺς ἄνδρας.
因为命运让这两位极具天赋且旗鼓相当的统帅相遇了。
§2.66.5πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν ὁ βασιλεὺς ἀντέταξε τῶν τε Μακεδόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους, Ἀλέξανδρον τὸν Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας.
针对那些在埃瓦斯山上的敌军,国王部署了马其顿人的铜盾兵和伊利里亚人,按中队交替配置,并任命阿克墨托斯之子亚历山大和法罗斯的德米特里为指挥官。
§2.66.6ἐπὶ δὲ τούτοις τοὺς Ἀκαρνᾶνας καὶ Ἠπειρώτας ἐπέβαλε· τούτων δὲ κατόπιν ἦσαν δισχίλιοι τῶν Ἀχαιῶν, ἐφεδρείας λαμβάνοντες τάξιν.
在这些军队后面,他部署了阿卡纳尼亚人和伊庇鲁斯人;在他们后方则是两千名阿开亚人,担任预备队的职责。
§2.66.7τοὺς δʼ ἱππεῖς περὶ τὸν Οἰνοῦντα ποταμὸν ἀντέθηκε τῷ τῶν πολεμίων ἱππικῷ, συστήσας αὐτοῖς Ἀλέξανδρον ἡγεμόνα καὶ συμπαραθεὶς πεζοὺς τῶν Ἀχαϊκῶν χιλίους καὶ Μεγαλοπολίτας τοὺς ἴσους.
至于骑兵,他在伊努斯河附近将其部署在敌军骑兵的对面,任命亚历山大为他们的指挥官,并配以一千名阿开亚步兵和等量的梅加洛波利斯人。
§2.66.8αὐτὸς δὲ τοὺς μισθοφόρους ἔχων καὶ τοὺς Μακεδόνας κατὰ τὸν Ὄλυμπον πρὸς τοὺς περὶ τὸν Κλεομένη διέγνω ποιεῖσθαι τὴν μάχην.
他自己则率领雇佣军和马其顿人在奥林匹斯山上,决定与克利奥米尼麾下的军队进行决战。
§2.66.9προτάξας οὖν τοὺς μισθοφόρους ἐπέστησε διφαλαγγίαν ἐπάλληλον τῶν Μακεδόνων· ἐποίει δὲ τοῦτο διὰ τὴν στενότητα τῶν τόπων.
因此,他将雇佣兵部署在最前线,在其后安排了马其顿人重叠的双重方阵;他这样做是因为地形狭窄。
§2.66.10σύνθημα δʼ ἦν τοῖς μὲν Ἰλλυριοῖς τότε ποιεῖσθαι τὴν ἀρχὴν τῆς πρὸς τὸν λόφον προσβολῆς, ὅταν ἴδωσιν ἀρθεῖσαν ἀπὸ τῶν κατὰ τὸν Ὄλυμπον τόπων σινδόνα — προσηρτημένοι γὰρ ἦσαν οὗτοι νυκτὸς ἐν τῷ Γοργύλῳ ποταμῷ πρὸς αὐτῇ τῇ τοῦ λόφου ῥίζῃ —
当时给伊利里亚人的信号是,一旦看到在奥林匹斯山一带升起一块白亚麻布,就对山丘发起进攻——因为他们已在夜间潜伏在戈尔吉洛斯河中,紧贴着山脚。
§2.66.11τοῖς δὲ Μεγαλοπολίταις καὶ τοῖς ἱππεῦσι παραπλησίως, ἐπειδὰν φοινικὶς ἐξαρθῇ παρὰ τοῦ βασιλέως.
而对于梅加洛波利斯人和骑兵,其信号也类似,即当国王升起一面红旗时。