§2.64.1μετὰ δὲ τὴν τῆς Μεγάλης πόλεως ἅλωσιν Ἀντιγόνου παραχειμάζοντος ἐν τῇ τῶν Ἀργείων πόλει, συναγαγὼν Κλεομένης ἅμα τῷ τὴν ἐαρινὴν ὥραν ἐνίστασθαι καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς, ἐξαγαγὼν τὴν στρατιὰν ἐνέβαλεν εἰς τὴν τῶν Ἀργείων χώραν,
メガロポリスの陥落の後、アンティゴノスがアルゴス市民の市で冬を過ごしている間に、クレオメネスは春の季節が始まると同時に兵を集め、その状況にふさわしい言葉で鼓舞して、軍勢を率い出し、アルゴス人の領土へと侵入した。
§2.64.2ὡς μὲν τοῖς πολλοῖς ἐδόκει, παραβόλως καὶ τολμηρῶς διὰ τὴν ὀχυρότητα τῶν κατὰ τὰς εἰσόδους τόπων, ὡς δὲ τοῖς ὀρθῶς λογιζομένοις, ἀσφαλῶς καὶ νουνεχῶς.
これは、多くの人々が考えたように、入り口にあたる場所が険しいことから、無謀かつ大胆な行動であったのではなく、正しく判断する人々が考えたように、安全かつ賢明な行動であった。
§2.64.3ὁρῶν γὰρ τὸν Ἀντίγονον διαφεικότα τὰς δυνάμεις, ᾔδει σαφῶς ὡς πρῶτον μὲν τὴν εἰσβολὴν ἀκινδύνως ποιήσεται, δεύτερον ἔτι τῆς χώρας καταφθειρομένης ἕως τῶν τειχῶν ἀνάγκη τοὺς Ἀργείους θεωροῦντας τὸ γινόμενον ἀσχάλλειν καὶ καταμέμφεσθαι τὸν Ἀντίγονον.
というのも、彼はアンティゴノスが軍隊を解散させているのを見て、第一に自分が危険なく侵入を行えること、第二に領土が城壁に至るまで荒らされる中で、その状況を目にするアルゴス人たちが不満を抱き、アンティゴノスを非難せざるを得なくなることをはっきりと知っていたからである。
§2.64.4εἰ μὲν οὖν συμβαίη μὴ δυνάμενον αὐτὸν ὑποφέρειν τὸν ἐπιρραπισμὸν τῶν ὄχλων ἐξελθεῖν καὶ διακινδυνεῦσαι τοῖς παροῦσιν, πρόδηλον ἐκ τῶν κατὰ λόγον ἦν αὐτῷ διότι νικήσει ῥᾳδίως.
したがって、もしアンティゴノスが群衆の非難に耐えかねて出撃し、手元にある軍勢で決戦を試みるようなことが起きれば、自分が容易に勝利することは道理から言ってあらかじめ明らかであった。
§2.64.5εἰ δʼ ἐμμείνας τοῖς λογισμοῖς ἀφησυχάζοι, καταπληξάμενος τοὺς ὑπεναντίους καὶ ταῖς ἰδίαις δυνάμεσι θάρσος ἐνεργασάμενος ἀσφαλῶς ὑπέλαβε ποιήσασθαι τὴν ἀναχώρησιν εἰς τὴν οἰκείαν.
また、もし彼が自らの判断を固守して静観を続けるならば、敵を畏怖させ、自軍に自信を植え付けた上で、安全に本国への退却を行えると考えていた。
ὃ καὶ συνέβη γενέσθαι.
そして、実際にそうなったのである。
§2.64.6τῆς γὰρ χώρας δῃουμένης οἱ μὲν ὄχλοι συστρεφόμενοι τὸν Ἀντίγονον ἐλοιδόρουν.
実際、領土が略奪される中で、群衆は集まってアンティゴノスを激しく非難した。
ὁ δὲ καὶ λίαν ἡγεμονικῶς καὶ βασιλικῶς οὐδὲν περὶ πλείονος ποιούμενος τοῦ κατὰ λόγον χρήσασθαι τοῖς §2.64.7πράγμασιν ἦγε τὴν ἡσυχίαν.
しかし彼は、きわめて指導者らしく、また王らしく、理にかなった方法で事態に対処すること以上に重要なことはないと考えて、沈黙を保ち続けた。
ὁ δὲ Κλεομένης κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καταφθείρας μὲν τὴν χώραν, καταπληξάμενος δὲ τοὺς ὑπεναντίους, εὐθαρσεῖς δὲ πεποιηκὼς τὰς ἑαυτοῦ δυνάμεις πρὸς τὸν ἐπιφερόμενον κίνδυνον ἀσφαλῶς εἰς τὴν οἰκείαν ἐπανῆλθεν.
一方、クレオメネスは、当初の計画に従って、領土を荒らし、敵を畏怖させ、自軍に迫りくる危機に対する自信を持たせた上で、安全に自国へと帰還した。