§2.65.1τοῦ δὲ θέρους ἐνισταμένου, καὶ συνελθόντων τῶν Μακεδόνων καὶ τῶν Ἀχαιῶν ἐκ τῆς χειμασίας, ἀναλαβὼν τὴν στρατιὰν Ἀντίγονος προῆγε μετὰ τῶν συμμάχων εἰς τὴν Λακωνικήν, §2.65.2ἔχων Μακεδόνας μὲν τοὺς εἰς τὴν φάλαγγα μυρίους, πελταστὰς δὲ τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, Ἀγριᾶνας δὲ σὺν τούτοις χιλίους καὶ Γαλάτας ἄλλους τοσούτους, μισθοφόρους δὲ τοὺς πάντας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, §2.65.3Ἀχαιῶν δʼ ἐπιλέκτους πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, καὶ Μεγαλοπολίτας χιλίους εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους, ὧν ἡγεῖτο Κερκιδᾶς Μεγαλοπολίτης, τῶν δὲ συμμάχων Βοιωτῶν μὲν πεζοὺς δισχιλίους, §2.65.4ἱππεῖς δὲ διακοσίους, Ἠπειρωτῶν πεζοὺς χιλίους, ἱππεῖς πεντήκοντα, Ἀκαρνάνων ἄλλους τοσούτους, Ἰλλυριῶν χιλίους ἑξακοσίους, ἐφʼ ὧν ἦν Δημήτριος ὁ Φάριος,
随着夏季的到来,马其顿人和阿开亚人从冬营中集结起来,安提柯率领军队与盟友一同向拉科尼亚推进,他麾下有用于方阵的马其顿兵一万人、轻盾兵三千人、骑兵三百人,此外还有阿格里安兵一千人和同等数量的高卢人,以及总计三千名步兵和三百名骑兵的雇佣军,还有阿开亚人的精选步兵三千人和骑兵三百人,以及一千名装备马其顿式武器的梅加洛波利斯人(由梅加洛波利斯人凯尔基达斯率领),盟友中则有波奥蒂亚人步兵二千人和骑兵二百人,伊庇鲁斯人步兵一千人和骑兵五十人,同等数量的阿卡纳尼亚人,以及由法罗斯的德米特里指挥的一千六百名伊利里亚人。
§2.65.5ὥστʼ εἶναι πᾶσαν τὴν δύναμιν πεζοὺς μὲν εἰς δισμυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ χιλίους καὶ διακοσίους.
因此,总兵力约为二万八千名步兵和一千二百名骑兵。
§2.65.6ὁ δὲ Κλεομένης προσδοκῶν τὴν ἔφοδον τὰς μὲν ἄλλας τὰς εἰς τὴν χώραν εἰσβολὰς ἠσφαλίσατο φυλακαῖς καὶ τάφροις καὶ δένδρων ἐκκοπαῖς, §2.65.7αὐτὸς δὲ κατὰ τὴν Σελλασίαν καλουμένην μετὰ τῆς δυνάμεως ἐστρατοπέδευε, τῆς πάσης ὑπαρχούσης αὐτῷ στρατιᾶς εἰς δύο μυριάδας, στοχαζόμενος ἐκ τῶν κατὰ λόγον ταύτῃ ποιήσασθαι τοὺς ὑπεναντίους τὴν εἰσβολήν· ὃ καὶ συνεκύρησε.
克利奥米尼预料到这次入侵,便用守备队、战壕和伐木封锁了进入领土的其他通道,他自己则率领全部军队在被称为塞拉西亚的地方扎营,其总兵力达两万人,因为根据合理推论,他预料敌人会从这条路线入侵;事实也确实如此。
§2.65.8δύο δὲ λόφων ἐπʼ αὐτῆς τῆς εἰσόδου κειμένων, ὧν τὸν μὲν Εὔαν, τὸν δʼ ἕτερον Ὄλυμπον καλεῖσθαι συμβαίνει,
就在入口处坐落着两座山丘,其中一座恰被称为埃瓦斯,另一座被称为奥林匹斯。
§2.65.9τῆς δʼ ὁδοῦ μεταξὺ τούτων παρὰ τὸν Οἰνοῦντα ποταμὸν φερούσης εἰς τὴν Σπάρτην, ὁ μὲν Κλεομένης τῶν προειρημένων λόφων συνάμφω τάφρον καὶ χάρακα προβαλόμενος ἐπὶ μὲν τὸν Εὔαν ἔταξε τοὺς περιοίκους καὶ συμμάχους, ἐφʼ ὧν ἐπέστησε τὸν ἀδελφὸν Εὐκλείδαν, αὐτὸς δὲ τὸν Ὄλυμπον κατεῖχε μετὰ Λακεδαιμονίων καὶ τῶν μισθοφόρων.
在两山之间,通往斯巴达的道路沿着伊努斯河延伸。 克利奥米尼在上述两座山丘前筑起战壕和栅栏,在埃瓦斯山上部署了周边居民(边民)和盟友,并任命其弟欧克里达斯指挥他们,而他自己则率领拉刻代蒙人和雇佣兵占领了奥林匹斯山。
§2.65.10ἐν δὲ τοῖς ἐπιπέδοις παρὰ τὸν ποταμὸν ἐφʼ ἑκάτερα τῆς ὁδοῦ τοὺς ἱππεῖς μετὰ μέρους τινὸς τῶν μισθοφόρων παρενέβαλεν.
在沿河道路两侧的平地上,他部署了骑兵和一部分雇佣兵。
§2.65.11Ἀντίγονος δὲ παραγενόμενος καὶ συνθεωρήσας τήν τε τῶν τόπων ὀχυρότητα καὶ τὸν Κλεομένη πᾶσι τοῖς οἰκείοις μέρεσι τῆς δυνάμεως οὕτως εὐστόχως προκατειληφότα τὰς εὐκαιρίας ὥστε παραπλήσιον εἶναι τὸ σύμπαν σχῆμα τῆς στρατοπεδείας τῆς τῶν ἀγαθῶν ὁπλομάχων προβολῆς·
安提柯到达后,审视了地形的险要,并看到克利奥米尼如何极其巧妙地用其军队的各个部分预先占领了有利位置,以至于其整个营地部署的形态,就像是优秀剑术家防守时的架势。
§2.65.12οὐδὲν γὰρ ἀπέλειπε τῶν πρὸς ἐπίθεσιν ἅμα καὶ φυλακήν, ἀλλʼ ἦν ὁμοῦ παράταξις ἐνεργὸς καὶ παρεμβολὴ δυσπρόσοδος·
因为无论是进攻还是防守所需的准备都毫无缺失,这既是一套实战的阵势,同时也是一座难以接近的坚固军营。
§2.65.13διὸ καὶ τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι
因此,立刻发起进攻并展开交战……