Humanitext Reader

波利比奥斯 · 历史 §2.64.1-2.64.7

克利奥米尼突袭阿耳戈斯领地与撤退

第 152 段,共 1311 段 · 希腊语

内容简介

梅加洛波利斯陷落后,克利奥米尼乘安提柯毫无防备之际突袭了阿耳戈斯地区,在成功震慑敌人并鼓舞己方士气后安全撤退。

§2.64.1μετὰ δὲ τὴν τῆς Μεγάλης πόλεως ἅλωσιν Ἀντιγόνου παραχειμάζοντος ἐν τῇ τῶν Ἀργείων πόλει, συναγαγὼν Κλεομένης ἅμα τῷ τὴν ἐαρινὴν ὥραν ἐνίστασθαι καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς, ἐξαγαγὼν τὴν στρατιὰν ἐνέβαλεν εἰς τὴν τῶν Ἀργείων χώραν,
在梅加洛波利斯陷落之后,当安提柯在阿耳戈斯人的城市过冬时,克利奥米尼在春季伊始便集结军队,用适合当时情况的话语鼓励他们,随后率军出发,入侵了阿耳戈斯人的领土。
§2.64.2ὡς μὲν τοῖς πολλοῖς ἐδόκει, παραβόλως καὶ τολμηρῶς διὰ τὴν ὀχυρότητα τῶν κατὰ τὰς εἰσόδους τόπων, ὡς δὲ τοῖς ὀρθῶς λογιζομένοις, ἀσφαλῶς καὶ νουνεχῶς.
正如大多数人所认为的那样,由于入口处的险要,这似乎是一次冒险和大胆的行动,但正如正确衡量事态的人所认为的那样,这是一次安全且明智的行动。
§2.64.3ὁρῶν γὰρ τὸν Ἀντίγονον διαφεικότα τὰς δυνάμεις, ᾔδει σαφῶς ὡς πρῶτον μὲν τὴν εἰσβολὴν ἀκινδύνως ποιήσεται, δεύτερον ἔτι τῆς χώρας καταφθειρομένης ἕως τῶν τειχῶν ἀνάγκη τοὺς Ἀργείους θεωροῦντας τὸ γινόμενον ἀσχάλλειν καὶ καταμέμφεσθαι τὸν Ἀντίγονον.
因为克利奥米尼看到安提柯已经解散了军队,他清楚地知道,首先,他将毫无风险地进行入侵;其次,当领土被蹂躏直至城墙脚下时,目睹这一切的阿耳戈斯人必然会感到痛苦并归咎于安提柯。
§2.64.4εἰ μὲν οὖν συμβαίη μὴ δυνάμενον αὐτὸν ὑποφέρειν τὸν ἐπιρραπισμὸν τῶν ὄχλων ἐξελθεῖν καὶ διακινδυνεῦσαι τοῖς παροῦσιν, πρόδηλον ἐκ τῶν κατὰ λόγον ἦν αὐτῷ διότι νικήσει ῥᾳδίως.
因此,如果安提柯因无法忍受民众的指责而决定出击,并用手头的兵力冒险决战,那么根据合理的推论,他将轻而易举地获得胜利,这一点对我来说是显而易见的。
§2.64.5εἰ δʼ ἐμμείνας τοῖς λογισμοῖς ἀφησυχάζοι, καταπληξάμενος τοὺς ὑπεναντίους καὶ ταῖς ἰδίαις δυνάμεσι θάρσος ἐνεργασάμενος ἀσφαλῶς ὑπέλαβε ποιήσασθαι τὴν ἀναχώρησιν εἰς τὴν οἰκείαν. ὃ καὶ συνέβη γενέσθαι.
但如果安提柯坚持自己的计划而保持沉默,克利奥米尼则认为自己可以在震慑敌人并激发起己方军队的信心后,安全地撤退到本国;事实也确实如此。
§2.64.6τῆς γὰρ χώρας δῃουμένης οἱ μὲν ὄχλοι συστρεφόμενοι τὸν Ἀντίγονον ἐλοιδόρουν.
因为在领土遭受蹂躏时,民众聚集起来辱骂安提柯。
ὁ δὲ καὶ λίαν ἡγεμονικῶς καὶ βασιλικῶς οὐδὲν περὶ πλείονος ποιούμενος τοῦ κατὰ λόγον χρήσασθαι τοῖς §2.64.7πράγμασιν ἦγε τὴν ἡσυχίαν.
但他以极具领导者和国王风范的态度,认为没有任何事情比按照理性去处理事态更为重要,因而保持了沉默。
ὁ δὲ Κλεομένης κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καταφθείρας μὲν τὴν χώραν, καταπληξάμενος δὲ τοὺς ὑπεναντίους, εὐθαρσεῖς δὲ πεποιηκὼς τὰς ἑαυτοῦ δυνάμεις πρὸς τὸν ἐπιφερόμενον κίνδυνον ἀσφαλῶς εἰς τὴν οἰκείαν ἐπανῆλθεν.
而克利奥米尼则按照最初的计划,在蹂躏了土地、震慑了敌人、并使自己的军队对即将到来的危险充满信心之后,安全地返回了本国。

词汇与语法注释

  1. §2.64.2ὡς μὲν τοῖς πολλοῖς ἐδόκει — 前半句 ὡς μὲν τοῖς πολλοῖς ἐδόκει(正如大多数人所认为的那样)中的动词 ἐδόκει 同样需要补充在后半句 ὡς δὲ τοῖς ὀρθῶς λογιζομένοις(正如正确衡量事态的人所认为的那样)之中。这两个从句修饰前文动词 ἐνέβαλεν(入侵)的方式,由相反的副词来体现。
  2. §2.64.4εἰ μὲν οὖν συμβαίη ... πρόδηλον ἐκ τῶν κατὰ λόγον ἦν αὐτῷ διότι νικήσει — 这是一个混合条件句,条件从句使用希求语气(εἰ ... συμβαίη),而主句的谓语动词则使用过去直说语气(ἦν),以表达克利奥米尼过去确信的事实。连词 διότι 引导一个名词从句(相当于 ὅτι),用以解释什么是“显而易见的”(πρόδηλον)。
  3. §2.64.5εἰ δʼ ἐμμείνας τοῖς λογισμοῖς ἀφησυχάζοι ... ὑπέλαβε ποιήσασθαι τὴν ἀναχώρησιν — 此处同样是希求语气条件从句(εἰ ... ἀφησυχάζοι)与不定过去直说语气主句(ὑπέλαβε)的搭配。ὑπέλαβε 的主语是克利奥米尼,其后随的不定式 ποιήσασθαι 共享同一主语,因此没有带宾格主语。不定过去分词 καταπληξάμενος 和 ἐνεργασάμενος 在主格上与 ὑπέλαβε 的主语一致,描述了撤退前所采取的行动。

引用这一段

波利比奥斯, 历史 §2.64.1-2.64.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.64.1-2.64.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。