§2.57.1Μαντινεῖς τοίνυν τὸ μὲν πρῶτον ἐγκαταλιπόντες τὴν μετὰ τῶν Ἀχαιῶν πολιτείαν ἐθελοντὴν Αἰτωλοῖς ἐνεχείρισαν αὑτοὺς καὶ τὴν πατρίδα, μετὰ δὲ ταῦτα Κλεομένει.
マンティネイア市民たちは、そこで最初は、アカイア人との政治的同盟を捨てて、自発的に自分たち自身と祖国をアイトリア人に、そしてその後にはクレオメネスに委ねた。
§2.57.2γεγονότες δʼ ἐπὶ τοιαύτης προαιρέσεως καὶ μετέχοντες τῆς Λακεδαιμονίων πολιτείας ἔτει τετάρτῳ πρότερον τῆς Ἀντιγόνου παρουσίας ἑάλωσαν κατὰ κράτος ὑπὸ τῶν Ἀχαιῶν, Ἀράτου πραξικοπήσαντος αὐτῶν τὴν πόλιν.
このような方針をとり、ラケダイモン人の国制に加わっていた彼らであったが、アンティゴノスの到来の4年前に、アラトスが彼らの都市を急襲したことで、アカイア人によって武力で占領された。
§2.57.3ἐν ᾧ καιρῷ τοσοῦτον ἀπέσχον τοῦ παθεῖν τι δεινὸν διὰ τὴν προειρημένην ἁμαρτίαν ὡς καὶ περιβόητον συνέβη γενέσθαι τὸ πραχθὲν διὰ τὴν ὀξύτητα τῆς κατὰ τὴν προαίρεσιν ἀμφοτέρων μεταβολῆς.
その際、彼らが先述の過ちのために悲惨な目に遭うことは全くなかったばかりか、両者の意図における変化の速さのために、なされた事柄が広く知れ渡ることになったほどであった。
§2.57.4ἅμα γὰρ τῷ κατασχεῖν τὴν πόλιν Ἄρατος παραυτίκα μὲν τοῖς ὑφʼ αὑτὸν ταττομένοις παρήγγελλε μηδένα μηδενὸς ἅπτεσθαι τῶν ἀλλοτρίων, §2.57.5ἑξῆς δὲ τούτοις τοὺς Μαντινέας συναθροίσας παρεκάλεσε θαρρεῖν καὶ μένειν ἐπὶ τῶν ἰδίων·
というのも、都市を占領すると同時に、アラトスは直ちに自らの配下の者たちに、誰も他人の財産に一切触れてはならないと命じ、これに続いて、マンティネイア市民たちを集め、心配せずに自分の家にとどまるようにと呼びかけた。
ὑπάρξειν γὰρ αὐτοῖς τὴν ἀσφάλειαν πολιτευομένοις μετὰ τῶν Ἀχαιῶν.
アカイア人たちとともに国制を同じくするならば、彼らに安全が確保されるからである。
§2.57.6τοῖς δὲ Μαντινεῦσιν ἀνυπονοήτου καὶ παραδόξου φανείσης τῆς ἐλπίδος, παραυτίκα πάντες ἐπὶ τῆς ἐναντίας ἐγένοντο γνώμης.
マンティネイア市民たちにとって、この見通しが思いがけず予期せぬものに思われたため、直ちに全員がそれまでとは反対の考えを抱くようになった。
§2.57.7καὶ πρὸς οὓς μικρῷ πρότερον μαχόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολλυμένους, οὐκ ὀλίγους δʼ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας, τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγόμενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁμεστίους, οὐδὲν ἀπέλειπον τῆς μετʼ ἀλλήλων φιλοφροσύνης.
そして、少し前まで戦い、多くの身内が死ぬのを目にし、また彼らの少なからぬ者がひどい傷を負うのを目にしていた相手であった彼らを、自らの家に迎え入れて自分たちや他の家族と同居させ、互いの親愛の情を示すためにいかなる手落ちも残さなかった。
§2.57.8καὶ τοῦτʼ εἰκότως ἐποίουν·
そして彼らがそうしたのも当然であった。
οὐ γὰρ οἶδʼ εἴ τινες ἀνθρώπων εὐγνωμονεστέροις ἐνέτυχον πολεμίοις οὐδʼ εἴ τινες ἀβλαβέστερον ἐπάλαισαν τοῖς μεγίστοις δοκοῦσιν εἶναι συμπτώμασι Μαντινέων διὰ τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν εἰς αὐτοὺς φιλαν
というのも、これほど寛大な敵に出会った人々が他にあるか、あるいは、アラトスとアカイア人の彼らに対する慈…のおかげで、マンティネイア市民たちほど、最大と思える災厄と格闘しながらも無傷で済んだ人々が他にあるか、私は知らないからである。