§2.56.1ἐπεὶ δὲ τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς Ἀράτῳ γεγραφότων παρʼ ἐνίοις ἀποδοχῆς ἀξιοῦται Φύλαρχος, ἐν πολλοῖς ἀντιδοξῶν καὶ τἀναντία γράφων αὐτῷ,
しかし、アラトスと同時代に歴史を書いた人々の中で、ピュラコスが一部の人々から高い評価を得ており、多くの点で意見を異にし、彼とは反対のことを書いているので、クレオメネス戦争に関してアラトスに従うことを選択した我々にとって、この部分を検討せずにおかないことは有益であり、むしろ不可欠なことであろう。
§2.56.2χρήσιμον ἂν εἴη, μᾶλλον δʼ ἀναγκαῖον ἡμῖν, Ἀράτῳ προῃρημένοις κατακολουθεῖν περὶ τῶν Κλεομενικῶν, μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μὴ τὸ ψεῦδος ἐν τοῖς συγγράμμασιν ἰσοδυναμοῦν ἀπολείπωμεν πρὸς τὴν ἀλήθειαν.
それは、歴史書において虚偽が真実と同等の影響力を持ったまま放置されることのないようにするためである。
§2.56.3καθόλου μὲν οὖν ὁ συγγραφεὺς οὗτος πολλὰ παρʼ ὅλην τὴν πραγματείαν εἰκῇ καὶ ὡς ἔτυχεν εἴρηκεν.
一般的に言えば、この歴史家は著作全体を通じて、多くのことを根拠なく、行き当たりばったりに述べている。
§2.56.4πλὴν περὶ μὲν τῶν ἄλλων ἴσως οὐκ ἀναγκαῖον ἐπιτιμᾶν κατὰ τὸ παρὸν οὐδʼ ἐξακριβοῦν·
とはいえ、他の事柄について現時点で批判したり精査したりすることは、おそらく必要ではない。
ὅσα δὲ συνεπιβάλλει τοῖς ὑφʼ ἡμῶν γραφομένοις καιροῖς — ταῦτα δʼ ἔστιν τὰ περὶ τὸν Κλεομενικὸν πόλεμον — ὑπὲρ τούτων ἀναγκαῖόν ἐστιν ἡμῖν διευκρινεῖν.
しかし、我々が記述している時代と重なる部分、すなわちクレオメネス戦争に関する事柄については、我々が真相を明らかにすることが不可欠である。
§2.56.5ἔσται δὲ πάντως ἀρκοῦντα ταῦτα πρὸς τὸ καὶ τὴν ὅλην αὐτοῦ προαίρεσιν καὶ δύναμιν ἐν τῇ πραγματείᾳ καταμαθεῖν.
そして、このことだけでも、彼の著作全体における執筆方針と実力を知るためには、十分に足りるであろう。
§2.56.6βουλόμενος δὴ διασαφεῖν τὴν ὠμότητα τὴν Ἀντιγόνου καὶ Μακεδόνων, ἅμα δὲ τούτοις τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν, φησὶ τοὺς Μαντινέας γενομένους ὑποχειρίους μεγάλοις περιπεσεῖν ἀτυχήμασι, καὶ τὴν ἀρχαιοτάτην καὶ μεγίστην πόλιν τῶν κατὰ τὴν Ἀρκαδίαν τηλικαύταις παλαῖσαι συμφοραῖς ὥστε πάντας εἰς ἐπίστασιν καὶ δάκρυα τοὺς Ἕλληνας ἀγαγεῖν.
実のところ、彼はアンティゴノスとマケドニア人の、そして同時にアラトスとアカイア人の残虐さを際立たせようとして、マンティネイアの人々が彼らの支配下に置かれた際、甚大な不幸に見舞われ、アルカディアで最も古く最大の都市が、すべてのギリシア人を立ち止まらせ涙させるほどに、これほど大きな災厄と格闘することになったと主張している。
§2.56.7σπουδάζων δʼ εἰς ἔλεον ἐκκαλεῖσθαι τοὺς ἀναγινώσκοντας καὶ συμπαθεῖς ποιεῖν τοῖς λεγομένοις, εἰσάγει περιπλοκὰς γυναικῶν καὶ κόμας διερριμμένας καὶ μαστῶν ἐκβολάς, πρὸς δὲ τούτοις δάκρυα καὶ θρήνους ἀνδρῶν καὶ γυναικῶν ἀναμὶξ τέκνοις καὶ γονεῦσι γηραιοῖς ἀπαγομένων.
そして、読者の憐れみを誘い、語られる事柄に共感させようと熱心になるあまり、彼は女性たちの抱擁や、振り乱された髪、露わにされた乳房、さらには子供や年老いた親たちとともに引き連れられていく男女の涙と哀哭を導入する。
ποιεῖ δὲ τοῦτο παρʼ ὅλην τὴν ἱστορίαν, §2.56.8πειρώμενος ἐν ἑκάστοις ἀεὶ πρὸ ὀφθαλμῶν τιθέναι τὰ δεινά.
しかも彼は、自らの歴史書全体を通じてこのようなことを行っているのである、個々の事例において、常に恐ろしい出来事を目の前に描き出そうと試みながら。
§2.56.9τὸ μὲν οὖν ἀγεννὲς καὶ γυναικῶδες τῆς αἱρέσεως αὐτοῦ παρείσθω, τὸ δὲ τῆς ἱστορίας οἰκεῖον ἅμα καὶ χρήσιμον ἐξεταζέσθω.
さて、彼のこうした方針の、卑俗で女々しい側面は不問に付すとして、歴史に固有であり、かつ有益な側面を吟味することにしよう。
§2.56.10δεῖ τοιγαροῦν οὐκ ἐπιπλήττειν τὸν συγγραφέα τερατευόμενον διὰ τῆς ἱστορίας τοὺς ἐντυγχάνοντας οὐδὲ τοὺς ἐνδεχομένους λόγους ζητεῖν καὶ τὰ παρεπόμενα τοῖς ὑποκειμένοις ἐξαριθμεῖσθαι, καθάπερ οἱ τραγῳδιογράφοι, τῶν δὲ πραχθέντων καὶ ῥηθέντων κατʼ ἀλήθειαν αὐτῶν μνημονεύειν πάμπαν, κἂν πάνυ μέτρια τυγχάνωσιν ὄντα.
それゆえに、歴史家は、歴史を通じて読者を怪異な記述で驚かせたり、悲劇作家のようにありそうな台詞を捜し求め、与えられた主題に付随する事柄を列挙したりすべきではなく、実際になされたことや語られたこと自体を、たとえそれが極めて平凡なものであっても、完全に記録しておくべきである。
§2.56.11τὸ γὰρ τέλος ἱστορίας καὶ τραγῳδίας οὐ ταὐτόν, ἀλλὰ τοὐναντίον.
なぜなら、歴史と悲劇の目的は同一ではなく、むしろ反対だからである。
ἐκεῖ μὲν γὰρ δεῖ διὰ τῶν πιθανωτάτων λόγων ἐκπλῆξαι καὶ ψυχαγωγῆσαι κατὰ τὸ παρὸν τοὺς ἀκούοντας, ἐνθάδε δὲ διὰ τῶν ἀληθινῶν ἔργων καὶ λόγων εἰς τὸν πάντα χρόνον διδάξαι καὶ πεῖσαι τοὺς φιλομαθοῦντας,
あちらでは、最も説得力のある言葉によって、現時点で聴衆を驚嘆させ、魅了しなければならないが、こちらでは、真実の行為と言葉によって、知識を求める者たちを永遠に教え諭し、納得させなければならない。
§2.56.12ἐπειδήπερ ἐν ἐκείνοις μὲν ἡγεῖται τὸ πιθανόν, κἂν ᾖ ψεῦδος, διὰ τὴν ἀπάτην τῶν θεωμένων, ἐν δὲ τούτοις τἀληθὲς διὰ τὴν ὠφέλειαν τῶν φιλομαθούντων.
あちらにおいては、たとえ虚偽であっても、説得力のあることが観客を幻惑するために主導的役割を果たすが、こちらにおいては、真実が、知識を求める者たちの有益さのために主導的役割を果たすからである。
§2.56.13χωρίς τε τούτων τὰς πλείστας ἡμῖν ἐξηγεῖται τῶν περιπετειῶν, οὐχ ὑποτιθεὶς αἰτίαν καὶ τρόπον τοῖς γινομένοις, ὧν χωρὶς οὔτʼ ἐλεεῖν εὐλόγως οὔτʼ ὀργίζεσθαι καθηκόντως δυνατὸν ἐπʼ οὐδενὶ τῶν συμβαινόντων.
これらのこととは別に、彼は、生じた事柄の原因や方法を提示することなく、運命の急変の多くを我々に説明している。 しかしそれらがなければ、起こったことに対して、道理にかなって同情することも、当然のこととして怒ることも不可能なのである。
§2.56.14ἐπεὶ τίς ἀνθρώπων οὐ δεινὸν ἡγεῖται τύπτεσθαι τοὺς ἐλευθέρους;
実際、自由な人々が叩かれるのを、不当なことと考えない人間が誰かいようか。
ἀλλʼ ὅμως, ἐὰν μὲν ἄρχων ἀδίκων χειρῶν πάθῃ τις τοῦτο, δικαίως κρίνεται πεπονθέναι·
しかしながら、もし不当な暴力を振るい始めたためにそうした目に遭うのであれば、その者は当然の報いを受けたと判断される。
ἐὰν δʼ ἐπὶ διορθώσει καὶ μαθήσει ταὐτὸ τοῦτο γίνηται, προσέτι καὶ τιμῆς καὶ χάριτος οἱ τύπτοντες τοὺς ἐλευθέρους ἀξιοῦνται.
これに対して、もし同じことが矯正や学習のために行われるならば、自由な人々を叩く者は、さらに敬意と感謝にさえ値するとみなされる。
§2.56.15καὶ μὴν τό γε τοὺς πολίτας ἀποκτεινύναι μέγιστον ἀσέβημα τίθεται καὶ μεγίστων ἄξιον προστίμων·
また、市民を殺すことは、最大の不敬であり、最も重い罰に値するとみなされている。
καίτοι γε προφανῶς ὁ μὲν τὸν κλέπτην ἢ μοιχὸν ἀποκτείνας ἀθῷός ἐστιν, ὁ δὲ τὸν προδότην ἢ τύραννον τιμῶν καὶ προεδρείας τυγχάνει παρὰ πᾶσιν.
それにもかかわらず、泥棒や姦通者を殺した者は明らかに無罪であり、裏切り者や僭主を殺した者は、万人の間で栄誉と最前列の席を得るのである。
§2.56.16οὕτως ἐν παντὶ τὸ τέλος κεῖται τῆς διαλήψεως ὑπὲρ τούτων οὐκ ἐν τοῖς τελουμένοις, ἀλλʼ ἐν ταῖς αἰτίαις καὶ προαιρέσεσι τῶν πραττόντων καὶ ταῖς τούτων διαφοραῖς.
このように、すべての事柄において、これらについての判断の決定的な要因は、引き起こされた事実にあるのではなく、行為者の原因や意図、そしてそれらの違いにある。