§2.57.1Μαντινεῖς τοίνυν τὸ μὲν πρῶτον ἐγκαταλιπόντες τὴν μετὰ τῶν Ἀχαιῶν πολιτείαν ἐθελοντὴν Αἰτωλοῖς ἐνεχείρισαν αὑτοὺς καὶ τὴν πατρίδα, μετὰ δὲ ταῦτα Κλεομένει.
于是,曼蒂内亚人起初放弃了与阿开亚人的政治联盟,自愿将自己和祖国托付给埃托利亚人,此后又托付给克莱奥美尼。
§2.57.2γεγονότες δʼ ἐπὶ τοιαύτης προαιρέσεως καὶ μετέχοντες τῆς Λακεδαιμονίων πολιτείας ἔτει τετάρτῳ πρότερον τῆς Ἀντιγόνου παρουσίας ἑάλωσαν κατὰ κράτος ὑπὸ τῶν Ἀχαιῶν, Ἀράτου πραξικοπήσαντος αὐτῶν τὴν πόλιν.
他们采取了这样的方针,并参与了拉刻代蒙人的政体,但在安提柯到来前的第四年,因阿拉图斯奇袭了他们的城市,他们被阿开亚人以武力攻占。
§2.57.3ἐν ᾧ καιρῷ τοσοῦτον ἀπέσχον τοῦ παθεῖν τι δεινὸν διὰ τὴν προειρημένην ἁμαρτίαν ὡς καὶ περιβόητον συνέβη γενέσθαι τὸ πραχθὲν διὰ τὴν ὀξύτητα τῆς κατὰ τὴν προαίρεσιν ἀμφοτέρων μεταβολῆς.
当时,他们不仅完全没有因上述错误而遭受任何灾祸,反而因双方意图转变之迅速,使得所发生的事情变得广为人知。
§2.57.4ἅμα γὰρ τῷ κατασχεῖν τὴν πόλιν Ἄρατος παραυτίκα μὲν τοῖς ὑφʼ αὑτὸν ταττομένοις παρήγγελλε μηδένα μηδενὸς ἅπτεσθαι τῶν ἀλλοτρίων, §2.57.5ἑξῆς δὲ τούτοις τοὺς Μαντινέας συναθροίσας παρεκάλεσε θαρρεῖν καὶ μένειν ἐπὶ τῶν ἰδίων· ὑπάρξειν γὰρ αὐτοῖς τὴν ἀσφάλειαν πολιτευομένοις μετὰ τῶν Ἀχαιῶν.
因为在占领城市的同时,阿拉图斯随即命令部下,任何人不得触碰他人的任何财产;随后,他召集曼蒂内亚人,劝慰他们要安心并留在自己的家园里;因为如果他们与阿开亚人共同参与政体,安全将得到保障。
§2.57.6τοῖς δὲ Μαντινεῦσιν ἀνυπονοήτου καὶ παραδόξου φανείσης τῆς ἐλπίδος, παραυτίκα πάντες ἐπὶ τῆς ἐναντίας ἐγένοντο γνώμης.
对曼蒂内亚人来说,这一希望显得如此出乎意料和难以置信,于是所有人立刻转而抱持相反的态度。
§2.57.7καὶ πρὸς οὓς μικρῷ πρότερον μαχόμενοι πολλοὺς μὲν τῶν ἀναγκαίων ἐπεῖδον ἀπολλυμένους, οὐκ ὀλίγους δʼ αὐτῶν βιαίοις τραύμασι περιπεσόντας, τούτους εἰς τὰς ἰδίας οἰκίας εἰσαγόμενοι καὶ ποιησάμενοι σφίσι καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁμεστίους, οὐδὲν ἀπέλειπον τῆς μετʼ ἀλλήλων φιλοφροσύνης.
对于就在不久前还与之交战、眼睁睁看着许多亲人丧生、且有不少人遭受重伤的那些对手,他们竟把这些人迎入自己的家中,让他们与自己及其他亲属同灶共居,在展现彼此的友好情谊上面毫无保留。
§2.57.8καὶ τοῦτʼ εἰκότως ἐποίουν· οὐ γὰρ οἶδʼ εἴ τινες ἀνθρώπων εὐγνωμονεστέροις ἐνέτυχον πολεμίοις οὐδʼ εἴ τινες ἀβλαβέστερον ἐπάλαισαν τοῖς μεγίστοις δοκοῦσιν εἶναι συμπτώμασι Μαντινέων διὰ τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν εἰς αὐτοὺς φιλαν
他们这样做也是理所当然的;因为我不知道是否还有人遇到过更宽大的敌人,也不知道是否还有人像曼蒂内亚人那样,因阿拉图斯和阿开亚人对他们的宽……,在与看似最大的灾难苦苦挣扎时,却能如此安然无恙。