§2.56.1ἐπεὶ δὲ τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς Ἀράτῳ γεγραφότων παρʼ ἐνίοις ἀποδοχῆς ἀξιοῦται Φύλαρχος, ἐν πολλοῖς ἀντιδοξῶν καὶ τἀναντία γράφων αὐτῷ, §2.56.2χρήσιμον ἂν εἴη, μᾶλλον δʼ ἀναγκαῖον ἡμῖν, Ἀράτῳ προῃρημένοις κατακολουθεῖν περὶ τῶν Κλεομενικῶν, μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μὴ τὸ ψεῦδος ἐν τοῖς συγγράμμασιν ἰσοδυναμοῦν ἀπολείπωμεν πρὸς τὴν ἀλήθειαν.
然而,由于在与阿拉图斯同期的历史撰写者中,菲拉科斯在许多地方持不同意见并写下与他相反的内容,却仍被一些人认为值得接受,对于选择在克莱奥美尼战争一事上追随阿拉图斯的我们来说,不放过对这一部分的考察是有益的,甚至是必要的,以免让著作中的虚假与真实具有同等的影响力而被遗留下来。
§2.56.3καθόλου μὲν οὖν ὁ συγγραφεὺς οὗτος πολλὰ παρʼ ὅλην τὴν πραγματείαν εἰκῇ καὶ ὡς ἔτυχεν εἴρηκεν.
总的来说,这位历史学家在整部著作中,有许多地方都是凭空且随意地叙述的。
§2.56.4πλὴν περὶ μὲν τῶν ἄλλων ἴσως οὐκ ἀναγκαῖον ἐπιτιμᾶν κατὰ τὸ παρὸν οὐδʼ ἐξακριβοῦν· ὅσα δὲ συνεπιβάλλει τοῖς ὑφʼ ἡμῶν γραφομένοις καιροῖς — ταῦτα δʼ ἔστιν τὰ περὶ τὸν Κλεομενικὸν πόλεμον — ὑπὲρ τούτων ἀναγκαῖόν ἐστιν ἡμῖν διευκρινεῖν.
不过,对于其他事情,目前或许没有必要去指责或详加考证;但对于那些与我们所写的时代相重合的部分——即关于克莱奥美尼战争的事实——我们必须予以澄清。
§2.56.5ἔσται δὲ πάντως ἀρκοῦντα ταῦτα πρὸς τὸ καὶ τὴν ὅλην αὐτοῦ προαίρεσιν καὶ δύναμιν ἐν τῇ πραγματείᾳ καταμαθεῖν.
而这些内容也绝对足以让我们了解他在整部著作中的基本意图与写作水平。
§2.56.6βουλόμενος δὴ διασαφεῖν τὴν ὠμότητα τὴν Ἀντιγόνου καὶ Μακεδόνων, ἅμα δὲ τούτοις τὴν Ἀράτου καὶ τῶν Ἀχαιῶν, φησὶ τοὺς Μαντινέας γενομένους ὑποχειρίους μεγάλοις περιπεσεῖν ἀτυχήμασι, καὶ τὴν ἀρχαιοτάτην καὶ μεγίστην πόλιν τῶν κατὰ τὴν Ἀρκαδίαν τηλικαύταις παλαῖσαι συμφοραῖς ὥστε πάντας εἰς ἐπίστασιν καὶ δάκρυα τοὺς Ἕλληνας ἀγαγεῖν.
事实上,为了显露安提柯和马其顿人、以及阿拉图斯和阿开亚同盟人的残酷,他声称曼蒂内亚人在屈服受制时遭遇了巨大的不幸,而阿卡迪亚最古老、最伟大的城市竟然与如此深重的灾难苦苦挣扎,以至于让所有的希腊人都为之震惊和落泪。
§2.56.7σπουδάζων δʼ εἰς ἔλεον ἐκκαλεῖσθαι τοὺς ἀναγινώσκοντας καὶ συμπαθεῖς ποιεῖν τοῖς λεγομένοις, εἰσάγει περιπλοκὰς γυναικῶν καὶ κόμας διερριμμένας καὶ μαστῶν ἐκβολάς, πρὸς δὲ τούτοις δάκρυα καὶ θρήνους ἀνδρῶν καὶ γυναικῶν ἀναμὶξ τέκνοις καὶ γονεῦσι γηραιοῖς ἀπαγομένων.
他急于唤起读者的同情,使他们对所叙述的内容产生共鸣,因而引入了妇女们互相拥抱、披头散发、袒露乳房的场景,此外还有被带走的女男女女与孩子们以及年迈的父母混杂在一起的眼泪与哀号。
ποιεῖ δὲ τοῦτο παρʼ ὅλην τὴν ἱστορίαν, §2.56.8πειρώμενος ἐν ἑκάστοις ἀεὶ πρὸ ὀφθαλμῶν τιθέναι τὰ δεινά.
而且他在整部历史中都这样做,企图在每一个具体的事件中,都把惨状呈现在读者的眼前。
§2.56.9τὸ μὲν οὖν ἀγεννὲς καὶ γυναικῶδες τῆς αἱρέσεως αὐτοῦ παρείσθω, τὸ δὲ τῆς ἱστορίας οἰκεῖον ἅμα καὶ χρήσιμον ἐξεταζέσθω.
那么,且不论他这种取舍的卑俗与女气,还是让我们来考察一下对历史而言既固有又有益的一面。
§2.56.10δεῖ τοιγαροῦν οὐκ ἐπιπλήττειν τὸν συγγραφέα τερατευόμενον διὰ τῆς ἱστορίας τοὺς ἐντυγχάνοντας οὐδὲ τοὺς ἐνδεχομένους λόγους ζητεῖν καὶ τὰ παρεπόμενα τοῖς ὑποκειμένοις ἐξαριθμεῖσθαι, καθάπερ οἱ τραγῳδιογράφοι, τῶν δὲ πραχθέντων καὶ ῥηθέντων κατʼ ἀλήθειαν αὐτῶν μνημονεύειν πάμπαν, κἂν πάνυ μέτρια τυγχάνωσιν ὄντα.
因此,历史学家绝不应该通过历史用奇闻怪论来震惊读者,也不应该像悲剧作家那样去寻找可能说出的话、并列举出随主题而来的各种情节,而应该完整地记述实际上所做和所说的事情本身,哪怕这些事情其实极其普通。
§2.56.11τὸ γὰρ τέλος ἱστορίας καὶ τραγῳδίας οὐ ταὐτόν, ἀλλὰ τοὐναντίον.
因为历史和悲剧的目的并不同,反而截然相反。
ἐκεῖ μὲν γὰρ δεῖ διὰ τῶν πιθανωτάτων λόγων ἐκπλῆξαι καὶ ψυχαγωγῆσαι κατὰ τὸ παρὸν τοὺς ἀκούοντας, ἐνθάδε δὲ διὰ τῶν ἀληθινῶν ἔργων καὶ λόγων εἰς τὸν πάντα χρόνον διδάξαι καὶ πεῖσαι τοὺς φιλομαθοῦντας, §2.56.12ἐπειδήπερ ἐν ἐκείνοις μὲν ἡγεῖται τὸ πιθανόν, κἂν ᾖ ψεῦδος, διὰ τὴν ἀπάτην τῶν θεωμένων, ἐν δὲ τούτοις τἀληθὲς διὰ τὴν ὠφέλειαν τῶν φιλομαθούντων.
在悲剧那里,必须用最具说服力的言辞来震惊并吸引当下的听众;而在历史这里,则必须通过真实的事迹和言语,永远地去教导并说服那些求知的人,因为在悲剧中,哪怕是虚假的东西,只要具有说服力,为了欺瞒观众就会占据主导;而在历史中,真实为了让求知者获益则必须占据主导。
§2.56.13χωρίς τε τούτων τὰς πλείστας ἡμῖν ἐξηγεῖται τῶν περιπετειῶν, οὐχ ὑποτιθεὶς αἰτίαν καὶ τρόπον τοῖς γινομένοις, ὧν χωρὶς οὔτʼ ἐλεεῖν εὐλόγως οὔτʼ ὀργίζεσθαι καθηκόντως δυνατὸν ἐπʼ οὐδενὶ τῶν συμβαινόντων.
除此之外,他在向我们叙述大多数命运的巨变时,并没有指出所发生事件的原因和方式,而要是没有这些原因和方式,对于任何发生的事件,我们既不可能合乎情理地产生怜悯,也不可能理所当然地感到愤怒。
§2.56.14ἐπεὶ τίς ἀνθρώπων οὐ δεινὸν ἡγεῖται τύπτεσθαι τοὺς ἐλευθέρους;
确实,有谁不认为自由人遭受鞭打是一件可怕的事呢?
ἀλλʼ ὅμως, ἐὰν μὲν ἄρχων ἀδίκων χειρῶν πάθῃ τις τοῦτο, δικαίως κρίνεται πεπονθέναι· ἐὰν δʼ ἐπὶ διορθώσει καὶ μαθήσει ταὐτὸ τοῦτο γίνηται, προσέτι καὶ τιμῆς καὶ χάριτος οἱ τύπτοντες τοὺς ἐλευθέρους ἀξιοῦνται.
然而,如果有人是因为率先动手行凶而遭受此待遇,那他就被判定是咎由自取;但如果同样的事情是为了纠正和教导而做的,那么鞭打自由人的人甚至会被认为配受尊敬与感激。
§2.56.15καὶ μὴν τό γε τοὺς πολίτας ἀποκτεινύναι μέγιστον ἀσέβημα τίθεται καὶ μεγίστων ἄξιον προστίμων· καίτοι γε προφανῶς ὁ μὲν τὸν κλέπτην ἢ μοιχὸν ἀποκτείνας ἀθῷός ἐστιν, ὁ δὲ τὸν προδότην ἢ τύραννον τιμῶν καὶ προεδρείας τυγχάνει παρὰ πᾶσιν.
再者,杀害公民被视为最大的不义,应受最严厉的惩罚;然而显而易见,杀死盗贼或通奸者的人是无罪的,而杀死叛徒或僭主的人,则在所有人中间获得荣耀和上席。
§2.56.16οὕτως ἐν παντὶ τὸ τέλος κεῖται τῆς διαλήψεως ὑπὲρ τούτων οὐκ ἐν τοῖς τελουμένοις, ἀλλʼ ἐν ταῖς αἰτίαις καὶ προαιρέσεσι τῶν πραττόντων καὶ ταῖς τούτων διαφοραῖς.
因此,在所有事情上,对此类问题的最终评判,不在于所完成的行为本身,而在于行为者的起因和意图,以及这些起因和意图之间的差异。