§2.52.1χάριν τῆς περὶ τῶν πίστεων ἐπισκέψεως.
保証についての検討のために[協議を延期したのである]。
ὁ δὲ Κλεομένης καταπληξάμενος τοῖς προειρημένοις εὐτυχήμασι λοιπὸν ἀδεῶς ἐπεπορεύετο τὰς πόλεις, ἃς μὲν πείθων αἷς δὲ τὸν φόβον ἀνατεινόμενος.
しかしクレオメネスは、前述の成功によって恐怖を与えたため、残りの都市を恐れることなく巡り、ある都市は説得し、他の都市には恐怖をちらつかせた。
προσλαβὼν δὲ τῷ τρόπῳ τούτῳ Καφύας, §2.52.2Πελλήνην, Φενεόν, Ἄργος, Φλιοῦντα, Κλεωνάς, Ἐπίδαυρον, Ἑρμιόνα, Τροίζηνα, τελευταῖον Κόρινθον, αὐτὸς μὲν προσεστρατοπέδευσε τῇ τῶν Σικυωνίων πόλει, τοὺς δʼ Ἀχαιοὺς ἀπέλυσε τοῦ μεγίστου προβλήματος.
この方法でカピュアイ、ペレネ、フェネオス、アルゴス、プリウス、クレオナイ、エピダウロス、エルミオネ、トロイゼン、そして最後にコリントスを手中に収めると、彼自身はシキュオン人の市付近に陣を敷いたが、アカイア人たちを最大の難問から解放した。
§2.52.3τῶν γὰρ Κορινθίων τῷ μὲν Ἀράτῳ στρατηγοῦντι καὶ τοῖς Ἀχαιοῖς παραγγειλάντων ἐκ τῆς πόλεως ἀπαλλάττεσθαι, πρὸς δὲ τὸν Κλεομένη διαπεμπομένων καὶ καλούντων, παρεδόθη τοῖς Ἀχαιοῖς ἀφορμὴ καὶ πρόφασις εὔλογος.
というのも、コリントス人たちが、将軍であるアラトスとアカイア人たちに対して市から立ち去るよう命じる一方で、クレオメネスのもとに使者を送って彼を招き入れたため、アカイア人たちにはもっともな根拠と弁明の機会が与えられたからである。
§2.52.4ἧς ἐπιλαβόμενος Ἄρατος καὶ προτείνας Ἀντιγόνῳ τὸν Ἀκροκόρινθον, κατεχόντων Ἀχαιῶν τότε τὸν τόπον τοῦτον, ἔλυσε μὲν τὸ γεγονὸς ἔγκλημα πρὸς τὴν οἰκίαν, ἱκανὴν δὲ πίστιν παρέσχετο τῆς πρὸς τὰ μέλλοντα κοινωνίας, τὸ δὲ συνέχον, ὁρμητήριον παρεσκεύασεν Ἀντιγόνῳ πρὸς τὸν κατὰ Λακεδαιμονίων πόλεμον.
アラトスはこの機会を捉え、当時アカイア人がその場所を占拠していたアクロコリントスをアンティゴノスに提供した。 こうして、彼は王家に対して過去に生じていた非難を解消し、将来の提携に対する十分な保証を与え、そして何よりも、アンティゴノスに対してラケダイモン人との戦争のための拠点を準備したのである。
§2.52.5ὁ δὲ Κλεομένης ἐπιγνοὺς τοὺς Ἀχαιοὺς συντιθεμένους τὰ πρὸς τὸν Ἀντίγονον, ἀναζεύξας ἀπὸ τοῦ Σικυῶνος κατεστρατοπέδευσε περὶ τὸν Ἰσθμόν, διαλαβὼν χάρακι καὶ τάφρῳ τὸν μεταξὺ τόπον τοῦ τʼ Ἀκροκορίνθου καὶ τῶν Ὀνείων καλουμένων ὀρῶν, πᾶσαν ἤδη βεβαίως περιειληφὼς ταῖς ἐλπίσι τὴν Πελοποννησίων ἀρχήν.
一方、クレオメネスはアカイア人がアンティゴノスと合意を形成しつつあることを知ると、シキュオンから陣を引き払って地峡付近に布陣し、アクロコリントスといわゆるオネイア山脈の間の地帯を柵と堀で遮断した。 彼はすでに、ペロポネソス全土の支配を自らの希望の中に確実につかみ取っていたのである。
§2.52.6Ἀντίγονος δὲ πάλαι μὲν ἦν ἐν παρασκευῇ, καραδοκῶν τὸ μέλλον κατὰ τὰς ὑποθέσεις τὰς Ἀράτου·
アンティゴノスの方は、かねてより準備を整え、アラトスとの合意に従って展開を待ち望んでいた。
§2.52.7τότε δὲ συλλογιζόμενος ἐκ τῶν προσπιπτόντων ὅσον οὔπω παρεῖναι τὸν Κλεομένη μετὰ τῆς δυνάμεως εἰς Θετταλίαν, διαπεμψάμενος πρός τε τὸν Ἄρατον καὶ τοὺς Ἀχαιοὺς ὑπὲρ τῶν ὡμολογημένων ἧκεν ἔχων τὰς δυνάμεις διὰ τῆς Εὐβοίας ἐπὶ τὸν Ἰσθμόν.
しかしそのとき、届いた知らせから、クレオメネスが軍勢を率いて今にも現れようとしていると判断し、テッサリアに至ると、アラトスおよびアカイア人たちと合意事項について連絡を取り合った上で、エウボイアを経由して地峡へと軍勢を率いてやって来た。
§2.52.8οἱ γὰρ Αἰτωλοὶ πρὸς τοῖς ἄλλοις καὶ τότε βουλόμενοι κωλῦσαι τὸν Ἀντίγονον τῆς βοηθείας, ἀπεῖπον αὐτῷ πορεύεσθαι μετὰ δυνάμεως ἐντὸς Πυλῶν·
というのも、アイトリア人は、他のさまざまな敵対行為に加えて、このときもアンティゴノスの援助を阻止しようと望み、彼に対して軍勢を率いてピュライの内側を進むことを禁じた。
εἰ δὲ μή, διότι κωλύσουσι μεθʼ ὅπλων αὐτοῦ τὴν δίοδον.
さもなければ、武器をもって彼の通過を阻止するであろうと告げたからである。
§2.52.9ὁ μὲν οὖν Ἀντίγονος καὶ Κλεομένης ἀντεστρατοπέδευον ἀλλήλοις, ὁ μὲν εἰσελθεῖν σπουδάζων εἰς Πελοπόννησον, ὁ δὲ Κλεομένης κωλῦσαι τῆς εἰς
こうして、アンティゴノスとクレオメネスは互いに対峙して陣を敷いた。 一方はペロポネソスに進入することに努め、他方クレオメネスはそこへの進入を阻止しようとした。