Humanitext Reader

波利比奥斯 · 历史 §2.52.1-2.52.9

移交阿克罗科林斯与安提柯进军

第 140 段,共 1311 段 · 希腊语

内容简介

由于科林斯人驱逐了阿开亚人并迎接克莱奥美尼,阿拉图斯得以顺理成章地将阿克罗科林斯移交给安提柯。安提柯随即避开埃托利亚人的阻碍进军,并在地峡与克莱奥美尼形成对峙。

§2.52.1χάριν τῆς περὶ τῶν πίστεων ἐπισκέψεως.
目的是为了审议保证条款。
ὁ δὲ Κλεομένης καταπληξάμενος τοῖς προειρημένοις εὐτυχήμασι λοιπὸν ἀδεῶς ἐπεπορεύετο τὰς πόλεις, ἃς μὲν πείθων αἷς δὲ τὸν φόβον ἀνατεινόμενος.
然而,克莱奥美尼因上述成功而令人胆寒,此后便毫无畏惧地巡游于其余城市,或进行说服,或进行恐吓。
προσλαβὼν δὲ τῷ τρόπῳ τούτῳ Καφύας, §2.52.2Πελλήνην, Φενεόν, Ἄργος, Φλιοῦντα, Κλεωνάς, Ἐπίδαυρον, Ἑρμιόνα, Τροίζηνα, τελευταῖον Κόρινθον, αὐτὸς μὲν προσεστρατοπέδευσε τῇ τῶν Σικυωνίων πόλει, τοὺς δʼ Ἀχαιοὺς ἀπέλυσε τοῦ μεγίστου προβλήματος.
他以此种方式攻占了卡菲埃、佩莱内、费内奥斯、阿尔戈斯、普利乌斯、克莱奥奈、埃皮达夫罗斯、埃尔米奥内、特罗伊曾,以及最后的科林斯。 随后,他本人在西库翁人的城市附近安营扎寨,却将阿开亚人从最大的难关中解脱了出来。
§2.52.3τῶν γὰρ Κορινθίων τῷ μὲν Ἀράτῳ στρατηγοῦντι καὶ τοῖς Ἀχαιοῖς παραγγειλάντων ἐκ τῆς πόλεως ἀπαλλάττεσθαι, πρὸς δὲ τὸν Κλεομένη διαπεμπομένων καὶ καλούντων, παρεδόθη τοῖς Ἀχαιοῖς ἀφορμὴ καὶ πρόφασις εὔλογος.
因为科林斯人命令当时担任将军的阿拉图斯及阿开亚人离开他们的城市,同时向克莱奥美尼派遣使者并邀请他进入,这便给阿开亚人提供了一个合情合理的契机和借口。
§2.52.4ἧς ἐπιλαβόμενος Ἄρατος καὶ προτείνας Ἀντιγόνῳ τὸν Ἀκροκόρινθον, κατεχόντων Ἀχαιῶν τότε τὸν τόπον τοῦτον, ἔλυσε μὲν τὸ γεγονὸς ἔγκλημα πρὸς τὴν οἰκίαν, ἱκανὴν δὲ πίστιν παρέσχετο τῆς πρὸς τὰ μέλλοντα κοινωνίας, τὸ δὲ συνέχον, ὁρμητήριον παρεσκεύασεν Ἀντιγόνῳ πρὸς τὸν κατὰ Λακεδαιμονίων πόλεμον.
阿拉图斯抓住这一机会,向安提柯提供了当时由阿开亚人把守的阿克罗科林斯。 这样,他不仅消除了过去对马其顿王家产生的积怨,而且为未来的合作提供了充分的保证,最重要的是,为安提柯准备了对抗拉刻代蒙人的战争基地。
§2.52.5ὁ δὲ Κλεομένης ἐπιγνοὺς τοὺς Ἀχαιοὺς συντιθεμένους τὰ πρὸς τὸν Ἀντίγονον, ἀναζεύξας ἀπὸ τοῦ Σικυῶνος κατεστρατοπέδευσε περὶ τὸν Ἰσθμόν, διαλαβὼν χάρακι καὶ τάφρῳ τὸν μεταξὺ τόπον τοῦ τʼ Ἀκροκορίνθου καὶ τῶν Ὀνείων καλουμένων ὀρῶν, πᾶσαν ἤδη βεβαίως περιειληφὼς ταῖς ἐλπίσι τὴν Πελοποννησίων ἀρχήν.
另一方面,克莱奥美尼得知阿开亚人正与安提柯达成协议,便从西库翁拔营,在地峡附近安营扎寨,用栅栏和壕沟将阿克罗科林斯与所谓的奥内亚山脉之间的区域阻断。 此时,他在希望中已经牢牢掌握了整个伯罗奔尼撒的统治权。
§2.52.6Ἀντίγονος δὲ πάλαι μὲν ἦν ἐν παρασκευῇ, καραδοκῶν τὸ μέλλον κατὰ τὰς ὑποθέσεις τὰς Ἀράτου·
安提柯则早已做好了准备,根据阿拉图斯的计划静待事态的发展。
§2.52.7τότε δὲ συλλογιζόμενος ἐκ τῶν προσπιπτόντων ὅσον οὔπω παρεῖναι τὸν Κλεομένη μετὰ τῆς δυνάμεως εἰς Θετταλίαν, διαπεμψάμενος πρός τε τὸν Ἄρατον καὶ τοὺς Ἀχαιοὺς ὑπὲρ τῶν ὡμολογημένων ἧκεν ἔχων τὰς δυνάμεις διὰ τῆς Εὐβοίας ἐπὶ τὸν Ἰσθμόν.
此时,他根据传来的消息判断克莱奥美尼的军队随时可能出现,于是抵达帖撒罗尼,并在就协定事项与阿拉图斯及阿开亚人进行联络后,率军穿过优卑亚岛,来到地峡。
§2.52.8οἱ γὰρ Αἰτωλοὶ πρὸς τοῖς ἄλλοις καὶ τότε βουλόμενοι κωλῦσαι τὸν Ἀντίγονον τῆς βοηθείας, ἀπεῖπον αὐτῷ πορεύεσθαι μετὰ δυνάμεως ἐντὸς Πυλῶν· εἰ δὲ μή, διότι κωλύσουσι μεθʼ ὅπλων αὐτοῦ τὴν δίοδον.
因为埃托利亚人除其他敌对行为外,此时也企图阻止安提柯提供援助,禁止他率军通过皮莱以南;否则,他们警告说将诉诸武力阻止他通过。
§2.52.9ὁ μὲν οὖν Ἀντίγονος καὶ Κλεομένης ἀντεστρατοπέδευον ἀλλήλοις, ὁ μὲν εἰσελθεῖν σπουδάζων εἰς Πελοπόννησον, ὁ δὲ Κλεομένης κωλῦσαι τῆς εἰς
于是安提柯与克莱奥美尼扎营对峙,前者急于进入伯罗奔尼撒,而克莱奥美尼则极力阻止他进入。

词汇与语法注释

  1. §2.52.1χάριν τῆς περὶ τῶν πίστεων ἐπισκέψεως — 延续自前章末尾(§2.51.7)的名词短语,使用带属格的前置词性副词 χάριν,用以解释协商被推迟的原因。
  2. §2.52.4τὸ δὲ συνέχον — 分词的中性单数宾格作副词使用的惯用表达(意为“最重要的是”或“要之”),用于强调向安提柯交出阿克罗科林斯所带来的最主要影响。
  3. §2.52.7ὅσον οὔπω παρεῖναι τὸν Κλεομένη μετὰ τῆς δυνάμεως, εἰς Θετταλίαν... — “ὅσον οὔπω”是表示“即刻、眼看就要”的副词性表达。其后的“εἰς Θετταλίαν”在语义上并非指克莱奥美尼将出现于帖撒罗尼(他当时在伯罗奔尼撒),而是指安提柯本人的目的地;它与主动词“ἧκεν”或省略的移动动词连用,意为“当[安提柯]抵达帖撒罗尼时”。
  4. §2.52.8εἰ δὲ μή, διότι κωλύσουσι — “εἰ δὲ μή”是表示“否则”的省略条件句。这里的“διότι”引导埃托利亚人警告的内容(“因为他们将阻止”或“即他们将阻止”),在间接引语中接将来直说发“κωλύσουσι”。

引用这一段

波利比奥斯, 历史 §2.52.1-2.52.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.52.1-2.52.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。