§2.53.1όδου τὸν Ἀντίγονον.
アンティゴノスの進入を。
οἱ δʼ Ἀχαιοί, καίπερ οὐ μετρίως ἠλαττωμένοι τοῖς ὅλοις, ὅμως οὐκ ἀφίσταντο τῆς προθέσεως οὐδʼ ἐγκατέλειπον τὰς ἐν αὑτοῖς ἐλπίδας,
しかしアカイア人たちは、全体的な状況において少なからず劣勢にあったものの、それでも計画を放棄せず、自らに対する希望を捨てなかった。
§2.53.2ἀλλʼ ἅμα τῷ τὸν Ἀριστοτέλη τὸν Ἀργεῖον ἐπαναστῆναι τοῖς Κλεομενισταῖς βοηθήσαντες καὶ παρεισπεσόντες μετὰ Τιμοξένου τοῦ στρατηγοῦ κατέλαβον τὴν τῶν Ἀργείων πόλιν.
そうではなく、アルゴス人のアリストテレスがクレオメネス派の者たちに対して蜂起すると同時に、彼らは援助に駆けつけ、将軍ティモクセノスとともに潜入して、アルゴス人の市を占拠した。
§2.53.3ὃ δὴ καὶ νομιστέον αἰτιώτατον γεγονέναι πραγμάτων κατορθώσεως.
これこそまさに、事態が成功に至った最大の原因であるとみなされるべきである。
τὸ γὰρ ἐπιλαβόμενον τῆς ὁρμῆς τοῦ Κλεομένους καὶ προηττῆσαν τὰς ψυχὰς τῶν δυνάμεων τοῦτʼ ἦν, ὡς ἐξ αὐτῶν φανερὸν ἐγένετο τῶν πραγμάτων.
というのも、クレオメネスの勢いを挫き、その軍勢の戦意をあらかじめ削いだものはこれであったからであり、そのことは事態そのものから明らかになった。
§2.53.4καὶ γὰρ τόπους εὐφυεστέρους προκατέχων καὶ χορηγίαις δαψιλεστέραις Ἀντιγόνου χρώμενος καὶ τόλμῃ καὶ φιλοτιμίᾳ μείζονι παρωρμημένος, §2.53.5ὅμως ἅμα τῷ προσπεσεῖν αὐτῷ διότι κατειλῆφθαι συμβαίνει τὴν τῶν Ἀργείων πόλιν ὑπὸ τῶν Ἀχαιῶν, εὐθὺς ἀνάσπαστος, ἀπολιπὼν τὰ προδεδηλωμένα προτερήματα, φυγῇ παραπλησίαν ἐποιεῖτο τὴν ἀποχώρησιν, δείσας μὴ πανταχόθεν αὐτὸν περιστῶσιν οἱ πολέμιοι.
実際、彼はより有利な地点をあらかじめ占拠しており、アンティゴノスよりも豊富な補給物資を利用し、より大きな大胆さと名誉心によって鼓舞されていたにもかかわらず、それでも、アカイア人によってアルゴス人の市が占拠されたという知らせが届くと同時に、ただちに陣を引き払い、前述の優位を放棄して、敗走に近い退却を行い、敵が四方から自分を包囲することを恐れた。
§2.53.6παραπεσὼν δʼ εἰς Ἄργος καὶ κατὰ ποσὸν ἀντιποιησάμενος τῆς πόλεως, μετὰ ταῦτα γενναίως μὲν τῶν Ἀχαιῶν, φιλοτίμως δὲ τῶν Ἀργείων ἐκ μεταμελείας αὐτὸν ἀμυναμένων, ἀποπεσὼν καὶ ταύτης τῆς ἐπιβολῆς καὶ ποιησάμενος τὴν πορείαν διὰ Μαντινείας οὕτως ἐπανῆλθεν εἰς τὴν
そしてアルゴスに急行し、ある程度までその市の支配権を回復しようとしたが、その後、アカイア人が勇敢に、またアルゴス人が後悔から熱心に彼を撃退したため、この企てにも失敗し、マンティネイアを経由して進路を取り、このようにして、〜へと