§2.50.1ὁ μὲν οὖν Ἀντίγονος ἀκούσας ταῦτα καὶ δόξας ἀληθινῶς καὶ πραγματικῶς ὑποδεικνύναι τὸν Ἄρατον, προσεῖχε τοῖς ἑξῆς πραττομένοις ἐπιμελῶς.
このように、アンティゴノスはこれらを聞いて、アラトスが真実かつ実際的に事態を示していると考え、その後の成り行きに注意深く注視した。
ἔγραψε δὲ καὶ τοῖς Μεγαλοπολίταις, §2.50.2ἐπαγγελλόμενος βοηθήσειν, ἐὰν καὶ τοῖς Ἀχαιοῖς τοῦτο βουλομένοις ᾖ.
彼はまた、メガロポリス市民たちにも手紙を送り、もしアカイア人たちにとってもこれが望むところであるならば、援助することを約束した。
§2.50.3τῶν δὲ περὶ τὸν Νικοφάνη καὶ Κερκιδᾶν ἐπανελθόντων εἰς οἶκον καὶ τάς τε παρὰ τοῦ βασιλέως ἐπιστολὰς ἀποδόντων καὶ τὴν λοιπὴν εὔνοιαν αὐτοῦ καὶ προθυμίαν διασαφούντων, §2.50.4μετεωρισθέντες οἱ Μεγαλοπολῖται προθύμως ἔσχον ἰέναι πρὸς τὴν σύνοδον τῶν Ἀχαιῶν καὶ παρακαλεῖν ἐπισπάσασθαι τὸν Ἀντίγονον καὶ τὰ πράγματα κατὰ σπουδὴν ἐγχειρίζειν αὐτῷ.
ニコファネスやケルキダスの一行が帰国し、王からの書簡を手渡すとともに、彼のそのほかの好意や熱意を明確に説明すると、メガロポリス市民たちは大いに奮い立ち、アカイア人の総会に赴いて、アンティゴノスを招き入れ、大急ぎで事態を彼に委ねるよう促すことに熱意を抱いた。
§2.50.5ὁ δʼ Ἄρατος διακούσας κατʼ ἰδίαν τῶν περὶ τὸν Νικοφάνη τὴν τοῦ βασιλέως αἵρεσιν, ἣν ἔχοι πρός τε τοὺς Ἀχαιοὺς καὶ πρὸς αὐτόν, περιχαρὴς ἦν τῷ μὴ διὰ κενῆς πεποιῆσθαι τὴν ἐπίνοιαν μηδʼ εὑρῆσθαι κατὰ τὴν τῶν Αἰτωλῶν ἐλπίδα τὸν Ἀντίγονον εἰς τέλος ἀπηλλοτριωμένον ἑαυτοῦ.
アラトスはニコファネスらから個人的に、王がアカイア人と自身に対して抱いている方針を詳しく聞き、自分の構想が虚しくなされたわけではなく、アイトリア人の期待通りにアンティゴノスが自分から完全に離反してしまっているわけではないとわかって、大いに喜んだ。
§2.50.6πάνυ δὲ πρὸς λόγον ἡγεῖτο γίνεσθαι καὶ τὸ τοὺς Μεγαλοπολίτας προθύμους εἶναι διὰ τῶν Ἀχαιῶν φέρειν ἐπὶ τὸν Ἀντίγονον τὰ πράγματα.
また彼は、メガロポリス市民たちがアカイア人を通じて事態をアンティゴノスに委ねることに熱心であることは、きわめて好都合であると考えた。
μάλιστα μὲν γάρ, §2.50.7ὡς ἐπάνω προεῖπον, ἔσπευδεν μὴ προσδεηθῆναι τῆς βοηθείας· εἰ δʼ ἐξ ἀνάγκης ἐπὶ τοῦτο δέοι καταφεύγειν, οὐ μόνον ἠβούλετο διʼ αὑτοῦ γενέσθαι τὴν κλῆσιν, ἔτι δὲ μᾶλλον ἐξ ἁπάντων τῶν Ἀχαιῶν.
なぜなら、第一には、私が上で述べたように、彼はその援助を必要としないことを強く望んでいたが、もしどうしてもこれに頼らざるを得ない場合には、招請が自分個人だけでなく、むしろアカイア人全体からなされることを望んでいたからである。
§2.50.8ἠγωνία γάρ, εἰ παραγενόμενος ὁ βασιλεὺς καὶ κρατήσας τῷ πολέμῳ τοῦ Κλεομένους καὶ τῶν Λακεδαιμονίων ἀλλοιότερόν τι βουλεύσοιτο περὶ τῆς κοινῆς πολιτείας, μή ποθʼ ὁμολογουμένως τῶν συμβαινόντων αὐτὸς ἀναλάβῃ τὴν αἰτίαν,
というのも彼は、王がやって来て戦争においてクレオメネスとラケダイモン人に勝利した後に、共通の国制に関して何か異なる方針を立てるのではないかと心配しており、その結果生じる事態の責任を、自分が当然のものとして負わされることを恐れていたからである。
§2.50.9δόξαντος δικαίως τοῦτο πράττειν διὰ τὴν ἐξ αὐτοῦ προγεγενημένην ἀδικίαν περὶ τὸν Ἀκροκόρινθον εἰς τὴν Μακεδόνων οἰκίαν.
かつてアクロコリントスに関し彼がマケドニア王家に対して犯した不正のために、王がそうするのも当然だと人々に見なされるであろうから。
§2.50.10διόπερ ἅμα τῷ παρελθόντας τοὺς Μεγαλοπολίτας εἰς τὸ κοινὸν βουλευτήριον τά τε γράμματα τοῖς Ἀχαιοῖς ἐπιδεικνύναι καὶ διασαφεῖν τὴν ὅλην εὔνοιαν τοῦ βασιλέως, πρὸς δὲ τούτοις ἀξιοῦν ἐπισπάσασθαι τὸν Ἀντίγονον τὴν ταχίστην, εἶναι δὲ καὶ τὸ πλῆθος ἐπὶ τῆς αὐτῆς ὁρμῆς, §2.50.11προελθὼν Ἄρατος καὶ τήν τε τοῦ βασιλέως προθυμίαν ἀποδεξάμενος καὶ τὴν τῶν πολλῶν διάληψιν ἐπαινέσας παρεκάλει διὰ πλειόνων μάλιστα μὲν πειρᾶσθαι διʼ αὑτῶν σῴζειν καὶ τὰς πόλεις καὶ τὴν χώραν·
それゆえ、メガロポリス市民たちが共同の議場に現れてアカイア人たちに書簡を示し、王の全体的な好意を明らかにすると同時に、アンティゴノスを大至急招き入れるよう求め、かつ民衆も同じ熱意を抱いていたので、アラトスは進み出て、王の熱意を歓迎し、民衆の判断を称賛したうえで、言葉を尽くして、何よりも自分たちの力で都市と国土の両方を救うよう努めるべきだと促した。
οὐδὲν γὰρ εἶναι τούτου κάλλιον οὐδὲ συμφορώτερον·
これ以上に美しく、また有益なことはないからである。
§2.50.12ἐὰν δʼ ἄρα πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνῃ τὰ τῆς τύχης, πρότερον ἔφη δεῖν ἐξελέγξαντας πάσας τὰς ἐν αὑτοῖς ἐλπίδας τότε
しかし、もし万が一、この点において運命の巡り合わせが逆風となるならば、まず自分たち自身の中にあるすべての希望を試したうえで、そのときには