§2.49.1καὶ τὰς ὑποθέσεις.
そして基本的な方針も。
αὗται δʼ ἦσαν ὑποδεικνύναι τὴν Αἰτωλῶν καὶ Κλεομένους κοινοπραγίαν τί δύναται καὶ ποῖ τείνει, καὶ δηλοῦν ὅτι πρώτοις μὲν αὐτοῖς Ἀχαιοῖς εὐλαβητέον, ἑξῆς δὲ καὶ μᾶλλον Ἀντιγόνῳ.
これらの方針とは、アイトリア人とクレオメネスの共同行動がどのような力を持ち、どこに向かっているかを示し、第一にはアカイア人自身が、そして次にはそれ以上にアンティゴノスが警戒すべきであることを明らかにすることであった。
§2.49.2τοῦτο μὲν γάρ, ὡς Ἀχαιοὶ τὸν ἐξ ἀμφοῖν πόλεμον οὐκ ἂν ὑπενέγκαιεν, εὐθεώρητον εἶναι πᾶσι, τοῦτο δʼ, ὡς Αἰτωλοὶ καὶ Κλεομένης κρατήσαντες τούτων οὐκ εὐδοκήσουσιν οὐδὲ μὴ μείνωσιν ἐπὶ τῶν ὑποκειμένων, ἔτι τοῦ πρόσθεν ῥᾷον εἶναι τῷ νοῦν ἔχοντι συνιδεῖν.
なぜなら、アカイア人が両者からの戦争に耐えられないだろうということは誰の目にも明らかであり、他方、アイトリア人とクレオメネスが彼らを打ち負かしたとしても、それで満足して現状に留まることはないだろうということは、分別の極めてある者にとって、前者のことよりもさらに容易に理解できるからである。
§2.49.3τήν τε γὰρ Αἰτωλῶν πλεονεξίαν οὐχ οἷον τοῖς Πελοποννησίων ὅροις εὐδοκῆσαί ποτʼ ἂν περιληφθεῖσαν, ἀλλʼ οὐδὲ τοῖς τῆς Ἑλλάδος,
アイトリア人の貪欲さは、ペロポネソスの境界によって囲まれて満足することなど決してなく、それどころかギリシア全体の境界によっても満足しないからである。
§2.49.4τήν τε Κλεομένους φιλοδοξίαν καὶ τὴν ὅλην ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν αὐτῆς ἐφίεσθαι τῆς Πελοποννησίων ἀρχῆς, τυχόντα δὲ ταύτης τὸν προειρημένον κατὰ πόδας ἀνθέξεσθαι τῆς τῶν Ἑλλήνων ἡγεμονίας.
また、クレオメネスの野心と全体的な計画は、現在はペロポネソスの支配そのものを目指しているが、これを得たならば、彼は直ちにギリシア人の覇権を手に入れようとするからである。
§2.49.5ἧς οὐχ οἷόν τε καθικέσθαι μὴ οὐ πρόσθεν καταλύσαντα τὴν Μακεδόνων ἀρχήν.
そしてこの覇権は、あらかじめマケドニア人の支配を打倒することなしには、手に入れることが不可能なものである。
§2.49.6σκοπεῖν οὖν αὐτὸν ἠξίουν, προορώμενον τὸ μέλλον, πότερον συμφέρει τοῖς σφετέροις πράγμασι μετʼ Ἀχαιῶν καὶ Βοιωτῶν ἐν Πελοποννήσῳ πρὸς Κλεομένη πολεμεῖν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἢ προέμενον τὸ μέγιστον ἔθνος διακινδυνεύειν ἐν Θετταλίᾳ πρὸς Αἰτωλοὺς καὶ Βοιωτούς, ἔτι δʼ Ἀχαιοὺς καὶ Λακεδαιμονίους, ὑπὲρ τῆς Μακεδόνων ἀρχῆς.
したがって、彼らは王に対し、未来を見据えて、ペロポネソスにおいてアカイア人やボイオティア人と共に、ギリシア人の覇権をめぐってクレオメネスと戦うことが自らの国益に適うか、それとも、最大の民族を見捨てて、テッサリアにおいてアイトリア人、ボイオティア人、さらにはアカイア人とラケダイモン人を相手に、マケドニアの支配権をめぐって命運を賭けて戦うべきかを考えるよう求めた。
§2.49.7ἐὰν μὲν οὖν Αἰτωλοὶ τὴν ἐκ τῶν Ἀχαιῶν εἰς αὐτοὺς γεγενημένην εὔνοιαν ἐν τοῖς κατὰ Δημήτριον καιροῖς ἐντρεπόμενοι τὴν ἡσυχίαν ἄγειν ὑποκρίνωνται, καθάπερ καὶ νῦν, πολεμήσειν αὐτοὺς ἔφασαν τοὺς Ἀχαιοὺς πρὸς τὸν Κλεομένη·
それゆえ、もしアイトリア人が、デメトリオスの時代にアカイア人から受けた厚意を顧みて、現在のように静観しているふりをするならば、アカイア人は自力でクレオメネスと戦うだろうと彼らは言った。
κἂν μὲν ἡ τύχη συνεπιλαμβάνηται, μὴ δεῖσθαι χρείας τῶν βοηθησόντων· ἂν δʼ ἀντιπίπτῃ τὰ τῆς τύχης, §2.49.8Αἰτωλοὶ δὲ συνεπιτίθωνται, προσέχειν αὐτὸν παρεκάλουν τοῖς πράγμασιν, ἵνα μὴ πρόηται τοὺς καιρούς, ἔτι δὲ δυναμένοις σῴζεσθαι Πελοποννησίοις ἐπαρκέσῃ·
そして、もし運が味方するならば、援助を求める必要はないが、もし運が逆風となり、アイトリア人も共に襲いかかるならば、好機を逃さず、ペロポネソス人がまだ救われうるうちに彼らを援助できるよう、事態を注視してほしいと彼らは王に懇願した。
§2.49.9περὶ δὲ πίστεως καὶ χάριτος ἀποδόσεως ῥᾳθυμεῖν αὐτὸν ᾤοντο δεῖν·
また、保証や返礼については、王は心配する必要はないと彼らは述べた。
τῆς γὰρ χρείας ἐπιτελουμένης αὐτὸν εὑρήσειν τὸν Ἄρατον εὐδοκουμένας ἀμφοτέροις ὑπισχνοῦντο πίστεις.
なぜなら、実際に必要が生じたときには、両者が満足する保証をアラトス自身が提供することを、彼らは約束したからである。
§2.49.10ὁμοίως δʼ ἔφασαν καὶ τὸν καιρὸν τῆς βοηθείας αὐτὸν ὑποδείξειν.
同様に、援助の好機についても、アラトス自身が王に示すであろうと彼らは述べた。