§2.50.1ὁ μὲν οὖν Ἀντίγονος ἀκούσας ταῦτα καὶ δόξας ἀληθινῶς καὶ πραγματικῶς ὑποδεικνύναι τὸν Ἄρατον, προσεῖχε τοῖς ἑξῆς πραττομένοις ἐπιμελῶς.
因此,安提柯听了这些话,认为阿拉图斯真实且切实地指明了局势,便密切关注后续的进展。
ἔγραψε δὲ καὶ τοῖς Μεγαλοπολίταις, §2.50.2ἐπαγγελλόμενος βοηθήσειν, ἐὰν καὶ τοῖς Ἀχαιοῖς τοῦτο βουλομένοις ᾖ.
他也给梅加洛波利斯人写了信,许诺给予援助,如果这同样符合阿开亚人的意愿。
§2.50.3τῶν δὲ περὶ τὸν Νικοφάνη καὶ Κερκιδᾶν ἐπανελθόντων εἰς οἶκον καὶ τάς τε παρὰ τοῦ βασιλέως ἐπιστολὰς ἀποδόντων καὶ τὴν λοιπὴν εὔνοιαν αὐτοῦ καὶ προθυμίαν διασαφούντων, §2.50.4μετεωρισθέντες οἱ Μεγαλοπολῖται προθύμως ἔσχον ἰέναι πρὸς τὴν σύνοδον τῶν Ἀχαιῶν καὶ παρακαλεῖν ἐπισπάσασθαι τὸν Ἀντίγονον καὶ τὰ πράγματα κατὰ σπουδὴν ἐγχειρίζειν αὐτῷ.
尼科法内斯和刻耳喀达斯一行回到家乡,递交了国王的信件,并说明了他其余的好意与热意,梅加洛波利斯人深受鼓舞,热切地希望前往阿开亚人的大会,督促他们引入安提柯,并迅速将事务托付给他。
§2.50.5ὁ δʼ Ἄρατος διακούσας κατʼ ἰδίαν τῶν περὶ τὸν Νικοφάνη τὴν τοῦ βασιλέως αἵρεσιν, ἣν ἔχοι πρός τε τοὺς Ἀχαιοὺς καὶ πρὸς αὐτόν, περιχαρὴς ἦν τῷ μὴ διὰ κενῆς πεποιῆσθαι τὴν ἐπίνοιαν μηδʼ εὑρῆσθαι κατὰ τὴν τῶν Αἰτωλῶν ἐλπίδα τὸν Ἀντίγονον εἰς τέλος ἀπηλλοτριωμένον ἑαυτοῦ.
阿拉图斯私下从尼科法内斯等人那里详细听取了国王对阿开亚人和他个人所怀的态度,非常高兴自己的构想没有落空,也没有像埃托利亚人所希望的那样发现安提柯已彻底与自己疏远。
§2.50.6πάνυ δὲ πρὸς λόγον ἡγεῖτο γίνεσθαι καὶ τὸ τοὺς Μεγαλοπολίτας προθύμους εἶναι διὰ τῶν Ἀχαιῶν φέρειν ἐπὶ τὸν Ἀντίγονον τὰ πράγματα.
他还认为,梅加洛波利斯人热衷于通过阿开亚人将事务交由安提柯处理,这是非常合宜的。
μάλιστα μὲν γάρ, §2.50.7ὡς ἐπάνω προεῖπον, ἔσπευδεν μὴ προσδεηθῆναι τῆς βοηθείας· εἰ δʼ ἐξ ἀνάγκης ἐπὶ τοῦτο δέοι καταφεύγειν, οὐ μόνον ἠβούλετο διʼ αὑτοῦ γενέσθαι τὴν κλῆσιν, ἔτι δὲ μᾶλλον ἐξ ἁπάντων τῶν Ἀχαιῶν.
因为,首先,正如我在上面所说,他极力希望不需要这种援助;但如果迫于无奈必须求助于此,他不仅希望这一邀请是通过他个人发出,更希望是通过全体阿开亚人发出。
§2.50.8ἠγωνία γάρ, εἰ παραγενόμενος ὁ βασιλεὺς καὶ κρατήσας τῷ πολέμῳ τοῦ Κλεομένους καὶ τῶν Λακεδαιμονίων ἀλλοιότερόν τι βουλεύσοιτο περὶ τῆς κοινῆς πολιτείας, μή ποθʼ ὁμολογουμένως τῶν συμβαινόντων αὐτὸς ἀναλάβῃ τὴν αἰτίαν, §2.50.9δόξαντος δικαίως τοῦτο πράττειν διὰ τὴν ἐξ αὐτοῦ προγεγενημένην ἀδικίαν περὶ τὸν Ἀκροκόρινθον εἰς τὴν Μακεδόνων οἰκίαν.
因为他担心,如果国王来到并在这场战争中击败克莱奥美尼和拉刻代蒙人之后,对共同的政体做出什么不同的规划,自己会无可争议地承担由此产生之后果的责任,因为人们会认为,由于他(阿拉图斯)从前在阿克罗科林斯问题上对马其顿王室所犯下的不义,国王如此行事是完全合情合理的。
§2.50.10διόπερ ἅμα τῷ παρελθόντας τοὺς Μεγαλοπολίτας εἰς τὸ κοινὸν βουλευτήριον τά τε γράμματα τοῖς Ἀχαιοῖς ἐπιδεικνύναι καὶ διασαφεῖν τὴν ὅλην εὔνοιαν τοῦ βασιλέως, πρὸς δὲ τούτοις ἀξιοῦν ἐπισπάσασθαι τὸν Ἀντίγονον τὴν ταχίστην, εἶναι δὲ καὶ τὸ πλῆθος ἐπὶ τῆς αὐτῆς ὁρμῆς, §2.50.11προελθὼν Ἄρατος καὶ τήν τε τοῦ βασιλέως προθυμίαν ἀποδεξάμενος καὶ τὴν τῶν πολλῶν διάληψιν ἐπαινέσας παρεκάλει διὰ πλειόνων μάλιστα μὲν πειρᾶσθαι διʼ αὑτῶν σῴζειν καὶ τὰς πόλεις καὶ τὴν χώραν· οὐδὲν γὰρ εἶναι τούτου κάλλιον οὐδὲ συμφορώτερον· §2.50.12ἐὰν δʼ ἄρα πρὸς τοῦτο τὸ μέρος ἀντιβαίνῃ τὰ τῆς τύχης, πρότερον ἔφη δεῖν ἐξελέγξαντας πάσας τὰς ἐν αὑτοῖς ἐλπίδας τότε
因此,一当梅加洛波利斯人进入公共议事厅,向阿开亚人出示信件并表明国王的全部好意,此外还要求尽快引入安提柯,且民众也怀有同样的冲动时,阿拉图斯走上前去,在接受国王的热忱并赞扬了大众的主张之后,详加劝说,要求他们首先尽力靠自己的力量保卫城市和领土;因为没有比这更高尚、更合乎利益的事了;但如果万一命运的走势在这一方面产生阻碍,他说应当首先检验他们自身之中的一切希望,到那时才……