§2.49.1καὶ τὰς ὑποθέσεις.
以及基本的方针。
αὗται δʼ ἦσαν ὑποδεικνύναι τὴν Αἰτωλῶν καὶ Κλεομένους κοινοπραγίαν τί δύναται καὶ ποῖ τείνει, καὶ δηλοῦν ὅτι πρώτοις μὲν αὐτοῖς Ἀχαιοῖς εὐλαβητέον, ἑξῆς δὲ καὶ μᾶλλον Ἀντιγόνῳ.
这些方针是指明埃托利亚人与克莱奥美尼的联合行动意图何在、走向何方,并表明首先是阿开亚人自身,其次更是安提柯需要警惕。
§2.49.2τοῦτο μὲν γάρ, ὡς Ἀχαιοὶ τὸν ἐξ ἀμφοῖν πόλεμον οὐκ ἂν ὑπενέγκαιεν, εὐθεώρητον εἶναι πᾶσι, τοῦτο δʼ, ὡς Αἰτωλοὶ καὶ Κλεομένης κρατήσαντες τούτων οὐκ εὐδοκήσουσιν οὐδὲ μὴ μείνωσιν ἐπὶ τῶν ὑποκειμένων, ἔτι τοῦ πρόσθεν ῥᾷον εἶναι τῷ νοῦν ἔχοντι συνιδεῖν.
因为一方面,阿开亚人无法承受来自两者的战争,这是所有人都能轻易看出的;另一方面,埃托利亚人和克莱奥美尼在战胜他们之后,绝不会满足,也不会停留在现有的界限内,这对于有理智的人来说,比前一点更容易看清。
§2.49.3τήν τε γὰρ Αἰτωλῶν πλεονεξίαν οὐχ οἷον τοῖς Πελοποννησίων ὅροις εὐδοκῆσαί ποτʼ ἂν περιληφθεῖσαν, ἀλλʼ οὐδὲ τοῖς τῆς Ἑλλάδος, §2.49.4τήν τε Κλεομένους φιλοδοξίαν καὶ τὴν ὅλην ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν αὐτῆς ἐφίεσθαι τῆς Πελοποννησίων ἀρχῆς, τυχόντα δὲ ταύτης τὸν προειρημένον κατὰ πόδας ἀνθέξεσθαι τῆς τῶν Ἑλλήνων ἡγεμονίας.
因为埃托利亚人的贪欲绝非能被限制在伯罗奔尼撒的边界内就能满足的,甚至也不能被限制在希腊的边界内;而克莱奥美尼的野心和整个计划目前是在于夺取伯罗奔尼撒本身的统治权,但一旦得到这个,他就会紧接着争夺希腊人的霸权。
§2.49.5ἧς οὐχ οἷόν τε καθικέσθαι μὴ οὐ πρόσθεν καταλύσαντα τὴν Μακεδόνων ἀρχήν.
而若不首先摧毁马其顿人的统治,这一霸权是无法达成的。
§2.49.6σκοπεῖν οὖν αὐτὸν ἠξίουν, προορώμενον τὸ μέλλον, πότερον συμφέρει τοῖς σφετέροις πράγμασι μετʼ Ἀχαιῶν καὶ Βοιωτῶν ἐν Πελοποννήσῳ πρὸς Κλεομένη πολεμεῖν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἢ προέμενον τὸ μέγιστον ἔθνος διακινδυνεύειν ἐν Θετταλίᾳ πρὸς Αἰτωλοὺς καὶ Βοιωτούς, ἔτι δʼ Ἀχαιοὺς καὶ Λακεδαιμονίους, ὑπὲρ τῆς Μακεδόνων ἀρχῆς.
因此,他们请求他瞻望未来,考虑究竟是与阿开亚人和波奥蒂亚人一起在伯罗奔尼撒与克莱奥美尼为争夺希腊人的霸权而战更符合他自身的利益,还是抛弃这最大的民族,在色萨利与埃托利亚人、波奥蒂亚人,甚至还有阿开亚人和拉刻代蒙人,为了马其顿的统治权而冒险一搏。
§2.49.7ἐὰν μὲν οὖν Αἰτωλοὶ τὴν ἐκ τῶν Ἀχαιῶν εἰς αὐτοὺς γεγενημένην εὔνοιαν ἐν τοῖς κατὰ Δημήτριον καιροῖς ἐντρεπόμενοι τὴν ἡσυχίαν ἄγειν ὑποκρίνωνται, καθάπερ καὶ νῦν, πολεμήσειν αὐτοὺς ἔφασαν τοὺς Ἀχαιοὺς πρὸς τὸν Κλεομένη· κἂν μὲν ἡ τύχη συνεπιλαμβάνηται, μὴ δεῖσθαι χρείας τῶν βοηθησόντων· ἂν δʼ ἀντιπίπτῃ τὰ τῆς τύχης, §2.49.8Αἰτωλοὶ δὲ συνεπιτίθωνται, προσέχειν αὐτὸν παρεκάλουν τοῖς πράγμασιν, ἵνα μὴ πρόηται τοὺς καιρούς, ἔτι δὲ δυναμένοις σῴζεσθαι Πελοποννησίοις ἐπαρκέσῃ·
那么,如果埃托利亚人出于对德米特里时期阿开亚人对他们所怀好意的顾及,而假装保持沉默,正如现在这样,他们说阿开亚人将独自与克莱奥美尼作战;如果命运相助,他们便不需要援助者;但如果命运不济,且埃托利亚人同时发起进攻,他们恳请他密切关注局势,以免错失良机,并在伯罗奔尼撒人尚能得救时给予援助。
§2.49.9περὶ δὲ πίστεως καὶ χάριτος ἀποδόσεως ῥᾳθυμεῖν αὐτὸν ᾤοντο δεῖν· τῆς γὰρ χρείας ἐπιτελουμένης αὐτὸν εὑρήσειν τὸν Ἄρατον εὐδοκουμένας ἀμφοτέροις ὑπισχνοῦντο πίστεις.
至于信用保证和感恩回报,他们认为他无须担心;因为在需要时,他们保证阿拉图斯本人会提供双方都满意的保证。
§2.49.10ὁμοίως δʼ ἔφασαν καὶ τὸν καιρὸν τῆς βοηθείας αὐτὸν ὑποδείξειν.
同样地,他们说阿拉图斯本人也会向他指出援助的时机。