§2.48.1εἰδὼς δὲ τοὺς Μεγαλοπολίτας κακοπαθοῦντας μὲν τῷ πολέμῳ διὰ τὸ παρακειμένους τῇ Λακεδαίμονι προπολεμεῖν τῶν ἄλλων, οὐ τυγχάνοντας δὲ τῆς καθηκούσης ἐπικουρίας ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ κἀκείνους δυσχρηστεῖσθαι θλιβομένους ὑπὸ τῆς περιστάσεως, §2.48.2σαφῶς δὲ γινώσκων οἰκείως διακειμένους αὐτοὺς πρὸς τὴν Μακεδόνων οἰκίαν ἐκ τῶν κατὰ τὸν Ἀμύντου Φίλιππον εὐεργεσιῶν, §2.48.3διειλήφει διότι ταχέως ἂν ὑπὸ τοῦ Κλεομένους πιεζόμενοι καταφύγοιεν ἐπὶ τὸν Ἀντίγονον καὶ τὰς Μακεδόνων ἐλπίδας·
アラトスは、メガロポリス市民がラケダイモンと隣接しているために他の人々に先んじて戦うことで、戦争において苦境に陥っていること、そしてアカイア人自身もまた様々な境遇に圧迫されて困窮しているために、彼らから当然受けるべき援助を得られていないことを知っており、さらに、アミュンタスの子フィリッポスの時代の恩恵により、彼らがマケドニア王家に対して親密な感情を抱いていることをはっきりと認識していたので、クレオメネスに圧迫されれば、彼らはすぐにアンティゴノスとマケドニア人に託す希望にすがるだろうと判断していた。
§2.48.4κοινολογηθεὶς οὖν διʼ ἀπορρήτων περὶ τῆς ὅλης ἐπιβολῆς Νικοφάνει καὶ Κερκιδᾷ τοῖς Μεγαλοπολίταις, οἵτινες ἦσαν αὐτοῦ πατρικοὶ ξένοι καὶ πρὸς τὴν ἐπιβολὴν εὐφυεῖς, §2.48.5ῥᾳδίως διὰ τούτων ὁρμὴν παρέστησε τοῖς Μεγαλοπολίταις εἰς τὸ πρεσβεύειν πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλεῖν πέμπειν πρὸς τὸν Ἀντίγονον ὑπὲρ βοηθείας.
そこで彼は、自らの父祖以来の客友であり、この計画に適した人物であったメガロポリス市民のニコファネスとケルキダスに秘密裏に計画の全体を打ち明け、彼らを通じて、アカイア人のもとへ使節を派遣し、アンティゴノスへ援助を求める使者を送るよう要請しようという動機を、容易にメガロポリス市民に抱かせた。
§2.48.6οἱ μὲν οὖν Μεγαλοπολῖται κατέστησαν αὐτοὺς τοὺς περὶ τὸν Νικοφάνη καὶ τὸν Κερκιδᾶν πρεσβευτὰς πρός τε τοὺς Ἀχαιοὺς κἀκεῖθεν εὐθέως πρὸς τὸν Ἀντίγονον, ἂν αὐτοῖς συγκατάθηται τὸ ἔθνος.
そこで、メガロポリス市民は、もし連盟が同意してくれるならばという条件で、ニコファネスとケルキダスの一行をアカイア人のもとへ、そしてそこから直ちにアンティゴノスのところへ向かう使節に任命した。
§2.48.7οἱ δʼ Ἀχαιοὶ συνεχώρησαν πρεσβεύειν τοῖς Μεγαλοπολίταις.
アカイア人はメガロポリス市民が使節を派遣することを容認した。
§2.48.8σπουδῇ δὲ συμμίξαντες οἱ περὶ τὸν Νικοφάνη τῷ βασιλεῖ διελέγοντο περὶ μὲν τῆς ἑαυτῶν πατρίδος αὐτὰ τἀναγκαῖα διὰ βραχέων καὶ κεφαλαιωδῶς, τὰ δὲ πολλὰ περὶ τῶν ὅλων κατὰ τὰς ἐντολὰς τὰς Ἀράτου
ニコファネスの一行は急いで王と会見し、自らの祖国については必要最小限のことを簡潔に要約して語るにとどめ、大部分は、アラトスの指示に従って全体の状況について話し合った。