Humanitext Reader

波利比奥斯 · 历史 §2.48.1-2.48.8

通过梅加洛波利斯向安提柯求援

第 136 段,共 1311 段 · 希腊语

内容简介

阿拉图斯利用与马其顿有历史渊源的梅加洛波利斯城,暗中策划使其推动阿开亚联邦向安提柯国王遣使求援,并成功派遣了使者。

§2.48.1εἰδὼς δὲ τοὺς Μεγαλοπολίτας κακοπαθοῦντας μὲν τῷ πολέμῳ διὰ τὸ παρακειμένους τῇ Λακεδαίμονι προπολεμεῖν τῶν ἄλλων, οὐ τυγχάνοντας δὲ τῆς καθηκούσης ἐπικουρίας ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ κἀκείνους δυσχρηστεῖσθαι θλιβομένους ὑπὸ τῆς περιστάσεως, §2.48.2σαφῶς δὲ γινώσκων οἰκείως διακειμένους αὐτοὺς πρὸς τὴν Μακεδόνων οἰκίαν ἐκ τῶν κατὰ τὸν Ἀμύντου Φίλιππον εὐεργεσιῶν, §2.48.3διειλήφει διότι ταχέως ἂν ὑπὸ τοῦ Κλεομένους πιεζόμενοι καταφύγοιεν ἐπὶ τὸν Ἀντίγονον καὶ τὰς Μακεδόνων ἐλπίδας· §2.48.4κοινολογηθεὶς οὖν διʼ ἀπορρήτων περὶ τῆς ὅλης ἐπιβολῆς Νικοφάνει καὶ Κερκιδᾷ τοῖς Μεγαλοπολίταις, οἵτινες ἦσαν αὐτοῦ πατρικοὶ ξένοι καὶ πρὸς τὴν ἐπιβολὴν εὐφυεῖς, §2.48.5ῥᾳδίως διὰ τούτων ὁρμὴν παρέστησε τοῖς Μεγαλοπολίταις εἰς τὸ πρεσβεύειν πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλεῖν πέμπειν πρὸς τὸν Ἀντίγονον ὑπὲρ βοηθείας.
[阿拉图斯]知道梅加洛波利斯人由于邻近拉刻代蒙而充当先锋为他人作战,从而在战争中饱受苦难,并且由于阿开亚人自身也因局势所迫而陷入困境,从而未能从他们那里获得应有的援助,且清楚地知道由于阿敏塔斯之子腓力时期的恩惠,他们对马其顿王室心怀好感,因而认定,一旦受到克莱奥美尼的压迫,他们就会迅速投奔安提柯,寄希望于马其顿人;于是,他与梅加洛波利斯人尼科法内斯和克尔基达斯秘密商讨了整个计划,他们是他父祖辈的客友,且非常适合这项任务;通过他们,他轻易地促使梅加洛波利斯人起意派遣使者前往阿开亚人处,并请求向安提柯求援。
§2.48.6οἱ μὲν οὖν Μεγαλοπολῖται κατέστησαν αὐτοὺς τοὺς περὶ τὸν Νικοφάνη καὶ τὸν Κερκιδᾶν πρεσβευτὰς πρός τε τοὺς Ἀχαιοὺς κἀκεῖθεν εὐθέως πρὸς τὸν Ἀντίγονον, ἂν αὐτοῖς συγκατάθηται τὸ ἔθνος.
于是,梅加洛波利斯人便任命尼科法内斯和克尔基达斯本人为使者,前往阿开亚人处,若联邦同意,则直接从那里前往安提柯处。
§2.48.7οἱ δʼ Ἀχαιοὶ συνεχώρησαν πρεσβεύειν τοῖς Μεγαλοπολίταις.
阿开亚人准许了梅加洛波利斯人派遣使者。
§2.48.8σπουδῇ δὲ συμμίξαντες οἱ περὶ τὸν Νικοφάνη τῷ βασιλεῖ διελέγοντο περὶ μὲν τῆς ἑαυτῶν πατρίδος αὐτὰ τἀναγκαῖα διὰ βραχέων καὶ κεφαλαιωδῶς, τὰ δὲ πολλὰ περὶ τῶν ὅλων κατὰ τὰς ἐντολὰς τὰς Ἀράτου
尼科法内斯一行人急忙与国王会面,对他们自己祖国的事只简明扼要地谈了必要的事情,而大部分时间则按照阿拉图斯的指示谈论了总体的局势。

词汇与语法注释

  1. §2.48.1εἰδὼς — 分词 εἰδὼς(§2.48.1)与 γινώσκων(§2.48.2)修饰主句动词 διειλήφει(§2.48.3)的未明示主语。该主语承接自前章(§2.47.4)的“阿拉图斯”。
  2. §2.48.3διότι ... ἂν ... καταφύγοιεν — 连词 διότι 在此并非表示因果关系(“因为”),而是像 ὅτι 一样引导认识动词 διειλήφει 的宾语从句(这是波利比乌斯的典型用法)。ἂν ... καταφύγοιεν 为潜在希求法(带 ἄν 的希求法),表示在过去主句动词支配下的推测或虚拟条件句的结论。
  3. §2.48.6τοὺς περὶ τὸν Νικοφάνη καὶ τὸν Κερκιδᾶν — 短语 οἱ περὶ [人名] 可以指“[某人]及其同伴”,也可以仅指该人本身。在此处由于有指示代词 αὐτοὺς 的修饰,意指“尼科法内斯与克尔基达斯本人”或以他们为首的使团。

引用这一段

波利比奥斯, 历史 §2.48.1-2.48.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.48.1-2.48.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。