§2.46.1θεωρῶν γὰρ τοὺς Αἰτωλοὺς ὁ προειρημένος ἀνὴρ τὸν μὲν πόλεμον τὸν πρὸς αὐτοὺς αἰσχυνομένους ἀναλαβεῖν ἐκ τοῦ φανεροῦ διὰ τὸ καὶ λίαν εἶναι προσφάτους τὰς ἐκ τῶν Ἀχαιῶν εὐεργεσίας περὶ τὸν Δημητριακὸν πόλεμον εἰς αὐτούς,
前述の人物[アラトス]は、アイトリア人が、デメトリオス戦争の際にアカイア人から受けた恩恵が極めて最近のことであったため、アカイア人に対して公然と戦争を開始することを躊躇しているのを目にしていた。
§2.46.2συμβουλευομένους δὲ τοῖς Λακεδαιμονίοις καὶ φθονοῦντας τοῖς Ἀχαιοῖς ἐπὶ τοσοῦτον ὥστε Κλεομένους πεπραξικοπηκότος αὐτοὺς καὶ παρῃρημένου Τεγέαν, Μαντίνειαν, Ὀρχομενόν, τὰς Αἰτωλοῖς οὐ μόνον συμμαχίδας ὑπαρχούσας, ἀλλὰ καὶ συμπολιτευομένας τότε πόλεις, οὐχ οἷον ἀγανακτοῦντας ἐπὶ τούτοις, ἀλλὰ καὶ βεβαιοῦντας αὐτῷ τὴν παράληψιν,
しかし、彼らはラケダイモン人と協議し、アカイア人に嫉妬するあまり、クレオメネスが彼らの不意を襲って、当時アイトリア人と同盟関係にあっただけでなく、政治的にも連合していた都市であるテゲア、マンティネイア、オルコメノスを奪い取ったときにも、これらに憤慨するどころか、むしろ彼によるこれら[の都市]の奪取を確かなものとした。
§2.46.3καὶ τοὺς πρότερον κατὰ τῶν μηδὲν ἀδικούντων πᾶσαν ἱκανὴν ποιουμένους πρόφασιν εἰς τὸ πολεμεῖν διὰ τὴν πλεονεξίαν τότε συνορῶν ἑκουσίως παρασπονδουμένους καὶ τὰς μεγίστας ἀπολλύντας πόλεις ἐθελοντὴν ἐφʼ ᾧ μόνον ἰδεῖν ἀξιόχρεων γενόμενον ἀνταγωνιστὴν Κλεομένη τοῖς Ἀχαιοῖς,
さらに、以前は強欲さゆえに、何の不義も犯していない者たちに対しても戦争を起こすためにあらゆる口実を十分なものとしていた彼らが、今や自ら進んで条約を破られ、自らの最大の諸都市を自発的に失っているのを目にしていたが、それはただ、クレオメネスがアカイア人にとって十分な対抗者となるのを見るためだけであった。
§2.46.4ἔγνω δεῖν εἰς ταῦτα βλέπων οὗτός τε καὶ πάντες ὁμοίως οἱ προεστῶτες τοῦ τῶν Ἀχαιῶν πολιτεύματος πολέμου μὲν πρὸς μηδένα κατάρχειν, ἐνίστασθαι δὲ ταῖς τῶν Λακεδαιμονίων ἐπιβολαῖς.
こうした状況を見て、彼およびアカイア人の国家の指導者たち全員は同様に、誰に対してもこちらから戦争を開始することはせず、ラケダイモン人の企てに対してはこれに立ち向かうべきであると判断した。
§2.46.5τὸ μὲν οὖν πρῶτον ἐπὶ τούτων ἦσαν τῶν διαλήψεων· θεωροῦντες δὲ κατὰ τοὺς ἑξῆς χρόνους τὸν Κλεομένη θρασέως ἐποικοδομοῦντα μὲν τὸ καλούμενον Ἀθήναιον ἐν τῇ τῶν Μεγαλοπολιτῶν χώρᾳ, πρόδηλον δὲ καὶ πικρὸν ἀναδεικνύντα σφίσι πολέμιον ἑαυτόν, §2.46.6τότε δὴ συναθροίσαντες τοὺς Ἀχαιοὺς ἔκριναν μετὰ τῆς βουλῆς ἀναλαμβάνειν φανερῶς τὴν πρὸς τοὺς Λακεδαιμονίους ἀπέχθειαν.
そこで、最初はこうした見解を抱いていたが、その後、クレオメネスがメガロポリス人の領地にあるいわゆるアテナイオンを大胆にも要塞化し、自分たちに対して公然かつ激しい敵であることを明らかに示しているのを目にするに及んで、まさにその時、アカイア人を招集し、評議会とともに、ラケダイモン人に対する敵意を公然と引き受けることを決議した。
§2.46.7ὁ μὲν οὖν Κλεομενικὸς προσαγορευθεὶς πόλεμος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ κατὰ τούτους
こうして、クレオメネス戦争と呼ばれる戦争は、このような発端を、そしてこの時期に迎えたのである。