§2.46.1θεωρῶν γὰρ τοὺς Αἰτωλοὺς ὁ προειρημένος ἀνὴρ τὸν μὲν πόλεμον τὸν πρὸς αὐτοὺς αἰσχυνομένους ἀναλαβεῖν ἐκ τοῦ φανεροῦ διὰ τὸ καὶ λίαν εἶναι προσφάτους τὰς ἐκ τῶν Ἀχαιῶν εὐεργεσίας περὶ τὸν Δημητριακὸν πόλεμον εἰς αὐτούς, §2.46.2συμβουλευομένους δὲ τοῖς Λακεδαιμονίοις καὶ φθονοῦντας τοῖς Ἀχαιοῖς ἐπὶ τοσοῦτον ὥστε Κλεομένους πεπραξικοπηκότος αὐτοὺς καὶ παρῃρημένου Τεγέαν, Μαντίνειαν, Ὀρχομενόν, τὰς Αἰτωλοῖς οὐ μόνον συμμαχίδας ὑπαρχούσας, ἀλλὰ καὶ συμπολιτευομένας τότε πόλεις, οὐχ οἷον ἀγανακτοῦντας ἐπὶ τούτοις, ἀλλὰ καὶ βεβαιοῦντας αὐτῷ τὴν παράληψιν, §2.46.3καὶ τοὺς πρότερον κατὰ τῶν μηδὲν ἀδικούντων πᾶσαν ἱκανὴν ποιουμένους πρόφασιν εἰς τὸ πολεμεῖν διὰ τὴν πλεονεξίαν τότε συνορῶν ἑκουσίως παρασπονδουμένους καὶ τὰς μεγίστας ἀπολλύντας πόλεις ἐθελοντὴν ἐφʼ ᾧ μόνον ἰδεῖν ἀξιόχρεων γενόμενον ἀνταγωνιστὴν Κλεομένη τοῖς Ἀχαιοῖς, §2.46.4ἔγνω δεῖν εἰς ταῦτα βλέπων οὗτός τε καὶ πάντες ὁμοίως οἱ προεστῶτες τοῦ τῶν Ἀχαιῶν πολιτεύματος πολέμου μὲν πρὸς μηδένα κατάρχειν, ἐνίστασθαι δὲ ταῖς τῶν Λακεδαιμονίων ἐπιβολαῖς.
因为前述之人(阿拉图斯)看到,埃托利亚人因德米特里乌斯战争期间从阿开亚人那里获得的恩惠仍历历在目,而羞于公开对他们发动战争,但他们又与拉刻代蒙人商议,并且嫉妒阿开亚人到了如此地步:以至于当克莱奥美尼出其不意地袭击了他们,并夺取了泰格亚、曼提奈亚和奥尔科梅诺斯——这些城市当时不仅是埃托利亚人的盟友,而且在政治上也是其联邦成员——他们不仅没有对此表示愤慨,反而确立了他对这些城市的占有;而且他看到,那些先前因贪婪而对任何未作恶之人只要有一点借口就足以开战的人,现在却心甘情愿地任由针对自己的条约被践踏,自愿失去自己最大的城市,其唯一目的就是为了看到克莱奥美尼成为阿开亚人的强劲对手;看到这些情况,他以及阿开亚联邦的所有领袖们同样认为,不应主动对任何人挑起战争,而应当抵抗拉刻代蒙人的企图。
§2.46.5τὸ μὲν οὖν πρῶτον ἐπὶ τούτων ἦσαν τῶν διαλήψεων· θεωροῦντες δὲ κατὰ τοὺς ἑξῆς χρόνους τὸν Κλεομένη θρασέως ἐποικοδομοῦντα μὲν τὸ καλούμενον Ἀθήναιον ἐν τῇ τῶν Μεγαλοπολιτῶν χώρᾳ, πρόδηλον δὲ καὶ πικρὸν ἀναδεικνύντα σφίσι πολέμιον ἑαυτόν, §2.46.6τότε δὴ συναθροίσαντες τοὺς Ἀχαιοὺς ἔκριναν μετὰ τῆς βουλῆς ἀναλαμβάνειν φανερῶς τὴν πρὸς τοὺς Λακεδαιμονίους ἀπέχθειαν.
因此,最初他们抱有这样的见解;但在接下来的时期,他们看到克莱奥美尼在美加洛波里人的领地上悍然加固了所谓的雅典娜神庙,并表现出自己是他们公开且凶狠的敌人,就在那时,他们召集了阿开亚人,并与议会共同决定公开对拉刻代蒙人采取敌对态度。
§2.46.7ὁ μὲν οὖν Κλεομενικὸς προσαγορευθεὶς πόλεμος τοιαύτην ἔλαβε τὴν ἀρχὴν καὶ κατὰ τούτους
因此,所谓克莱奥美尼战争就是这样开始的,且发生在这个时期。