§2.44.1διαιρέσεως τοῦ τῶν Ἀχαιῶν ἔθνους.
アカイア人の連邦の分割に関する[協定]。
Ἀντιγόνου δὲ μεταλλάξαντος, καὶ συνθεμένων τῶν Ἀχαιῶν καὶ συμμαχίαν πρὸς Αἰτωλοὺς καὶ μετασχόντων εὐγενῶς σφίσι τοῦ πρὸς Δημήτριον πολέμου, τὰ μὲν τῆς ἀλλοτριότητος καὶ δυσμενείας ἤρθη κατὰ τὸ παρόν, ὑπεγένετο δὲ κοινωνικὴ καὶ φιλική τις αὐτοῖς διάθεσις.
しかしアンティゴノスが世を去り、アカイア人がアイトリア人との同盟を締結し、デメトリオスに対する戦争において彼らと共闘して高潔に義務を果たしたことで、当面の間は疎遠と敵意の感情は一掃され、彼らの間には協調的かつ友好的な関係が芽生えた。
§2.44.2Δημητρίου δὲ βασιλεύσαντος δέκα μόνον ἔτη καὶ μεταλλάξαντος τὸν βίον περὶ τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα Ῥωμαίων, ἐγένετό τις εὔροια πραγμάτων πρὸς τὴν ἐξ ἀρχῆς ἐπιβολὴν τῶν Ἀχαιῶν.
デメトリオスがわずか十年間支配しただけで、ローマ人の最初のイリュリア渡海の頃に生涯を終えると、アカイア人の当初からの計画にとって、事態の好調な推移が生じることとなった。
§2.44.3οἱ γὰρ ἐν τῇ Πελοποννήσῳ μόναρχοι δυσελπιστήσαντες ἐπὶ τῷ μετηλλαχέναι μὲν τὸν Δημήτριον, ὃς ἦν αὐτοῖς οἱονεὶ χορηγὸς καὶ μισθοδότης, ἐπικεῖσθαι δὲ τὸν Ἄρατον, οἰόμενον δεῖν σφᾶς ἀποτίθεσθαι τὰς τυραννίδας καὶ τοῖς μὲν πεισθεῖσι μεγάλας δωρεὰς καὶ τιμὰς προτείνοντα, τοῖς δὲ μὴ προσέχουσιν ἔτι μείζους ἐπανατεινόμενον φόβους καὶ κινδύνους διὰ τῶν Ἀχαιῶν,
というのも、ペロポネソスの独裁者たちは、自分たちのいわば後援者であり給与支払者であったデメトリオスが世を去ったこと、そして、彼らが僭主の地位を退くべきだと考えて、説得に応じる者には多大な贈り物と名誉を提示し、従わない者にはアカイア人の力を借りてさらに大きな恐怖と危機を突きつけて迫り来るアラトスの存在に、絶望したからである。
§2.44.4ὥρμησαν ἐπὶ τὸ πεισθέντες ἀποθέσθαι μὲν τὰς τυραννίδας, ἐλευθερῶσαι δὲ τὰς ἑαυτῶν πατρίδας, μετασχεῖν δὲ τῆς τῶν Ἀχαιῶν πολιτείας.
彼らは説得に応じて、僭主の地位を退き、自らの祖国を解放し、アカイア人の国制に加わることに踏み切ったのである。
§2.44.5Λυδιάδας μὲν οὖν ὁ Μεγαλοπολίτης ἔτι ζῶντος Δημητρίου, κατὰ τὴν αὑτοῦ προαίρεσιν, πάνυ πραγματικῶς καὶ φρονίμως προϊδόμενος τὸ μέλλον ἀπετέθειτο τὴν τυραννίδα καὶ μετεσχήκει τῆς ἐθνικῆς συμπολιτείας.
メガロポリスのリディアダスは、デメトリオスがまだ存命しているうちに、自らの意志によって、非常に実際的かつ賢明に未来を見通し、すでに僭主の地位を退いて連邦の共同国制に加わっていた。
§2.44.6Ἀριστόμαχος δʼ ὁ τῶν Ἀργείων τύραννος καὶ Ξένων ὁ τῶν Ἑρμιονέων καὶ Κλεώνυμος ὁ τῶν Φλιασίων τότʼ ἀποθέμενοι τὰς μοναρχίας ἐκοινώνησαν τῆς τῶν Ἀχαιῶν δημοκρατίας.
一方、アルゴスの僭主アリストマコス、ヘルミオネのクセノン、フリウスのクレオニュモスは、その時に独裁政治を退き、アカイア人の民主政に加わった。