§2.43.1εἴκοσι μὲν οὖν ἔτη τὰ πρῶτα καὶ πέντε συνεπολιτεύσαντο μεθʼ ἑαυτῶν αἱ προειρημέναι πόλεις, γραμματέα κοινὸν ἐκ περιόδου προχειριζόμεναι καὶ δύο στρατηγούς.
それゆえ、最初の二十五年間、前述の諸都市は共同の国制を維持し、交代で共同の書記一名と二名の将軍を任命していた。
§2.43.2μετὰ δὲ ταῦτα πάλιν ἔδοξεν αὐτοῖς ἕνα καθιστάνειν καὶ τούτῳ πιστεύειν ὑπὲρ τῶν ὅλων.
しかしその後、再び、一人の将軍を任命し、この者に国政全般を委ねることが彼らに決定された。
καὶ πρῶτος ἔτυχε τῆς τιμῆς ταύτης Μάργος ὁ Καρυνεύς.
そして、カリュネイアのマルゴスが、この名誉を最初に得ることとなった。
§2.43.3τετάρτῳ δʼ ὕστερον ἔτει τοῦ προειρημένου στρατηγοῦντος Ἄρατος ὁ Σικυώνιος, ἔτη μὲν ἔχων εἴκοσι, τυραννουμένην δʼ ἐλευθερώσας τὴν πατρίδα διὰ τῆς ἀρετῆς τῆς ἑαυτοῦ καὶ τόλμης προσένειμε πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν, ἀρχῆθεν εὐθὺς ἐραστὴς γενόμενος τῆς προαιρέσεως αὐτῶν.
その四年後、前述の人物が将軍を務めていたときに、シキュオンのアラトスは、年齢は二十歳であったが、僭主に支配されていた祖国を自らの徳と大胆さによって解放し、アカイア人の国制へと編入させた。 彼は当初からすぐに彼らの基本方針を熱烈に支持する者となっていたのである。
§2.43.4ὀγδόῳ δὲ πάλιν ἔτει στρατηγὸς αἱρεθεὶς τὸ δεύτερον καὶ πραξικοπήσας τὸν Ἀκροκόρινθον, Ἀντιγόνου κυριεύοντος, καὶ γενόμενος ἐγκρατὴς μεγάλου μὲν ἀπέλυσε φόβου τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, ἐλευθερώσας δὲ Κορινθίους προσηγάγετο πρὸς τὴν τῶν Ἀχαιῶν πολιτείαν.
さらにその八年後、二度目の将軍に選出されると、彼はアンティゴノスが支配していたアクロコリントスを奇襲によって占領し、これを手中に収めることで、ペロポネソスに居住する人々を大きな恐怖から解放し、コリントス人を解放してアカイア人の国制へと引き入れた。
§2.43.5ἐπὶ δὲ τῆς αὐτῆς ἀρχῆς καὶ τὴν τῶν Μεγαρέων πόλιν διαπραξάμενος προσένειμε τοῖς Ἀχαιοῖς.
そして同じ将軍職の間に、彼はメガラの都市をも交渉によって手に入れてアカイア人に編入させた。
§2.43.6ταῦτά τʼ ἐγίνετο τῷ πρότερον ἔτει τῆς Καρχηδονίων ἥττης, ἐν ᾗ καθόλου Σικελίας ἐκχωρήσαντες πρῶτον ὑπέμειναν τότε φόρους ἐνεγκεῖν Ῥωμαίοις.
そしてこれらの出来事は、カルタゴ人が敗北した年の前年に起こった。 その敗北において、彼らはシチリア全土から退去し、その時初めてローマ人に貢納を支払うことを甘受したのである。
§2.43.7μεγάλην δὲ προκοπὴν ποιήσας τῆς ἐπιβολῆς ἐν ὀλίγῳ χρόνῳ λοιπὸν ἤδη διετέλει προστατῶν μὲν τοῦ τῶν Ἀχαιῶν ἔθνους, πάσας δὲ τὰς ἐπιβολὰς καὶ πράξεις πρὸς ἓν τέλος ἀναφέρων·
短い期間に計画を大きく前進させた彼は、その後はアカイア人の連邦を指導し続け、自らのあらゆる計画と行動をただ一つの目的に向かわせた。
§2.43.8τοῦτο δʼ ἦν τὸ Μακεδόνας μὲν ἐκβαλεῖν ἐκ Πελοποννήσου, τὰς δὲ μοναρχίας καταλῦσαι, βεβαιῶσαι δʼ ἑκάστοις τὴν κοινὴν καὶ πάτριον ἐλευθερίαν.
この目的とは、マケドニア人をペロポネソスから追い払い、独裁政治を打倒し、すべての人々に共通の、かつ祖先伝来の自由を確実なものとすることであった。
§2.43.9μέχρι μὲν οὖν ἦν Ἀντίγονος ὁ Γονατᾶς, πρός τε τὴν ἐκείνου πολυπραγμοσύνην καὶ πρὸς τὴν Αἰτωλῶν πλεονεξίαν ἀντιταττόμενος διετέλει,
したがって、アンティゴノス・ゴナタスが存命している間、彼はその干渉とアイトリア人の貪欲さに対抗し続けた。
§2.43.10πραγματικῶς ἕκαστα χειρίζων, καίπερ εἰς τοῦτο προβάντων ἀμφοτέρων ἀδικίας καὶ τόλμης ὥστε ποιήσασθαι συνθήκας πρὸς ἀλλήλους ὑπὲρ
彼は実際的に各事案を処理していたが、それは、両者の不義と大胆さが、互いに協定を結ぶほどにまで達していたにもかかわらずのことであった。 その協定は、……に関するものであった。