§2.44.1διαιρέσεως τοῦ τῶν Ἀχαιῶν ἔθνους.
关于瓜分阿开亚民族的协定。
Ἀντιγόνου δὲ μεταλλάξαντος, καὶ συνθεμένων τῶν Ἀχαιῶν καὶ συμμαχίαν πρὸς Αἰτωλοὺς καὶ μετασχόντων εὐγενῶς σφίσι τοῦ πρὸς Δημήτριον πολέμου, τὰ μὲν τῆς ἀλλοτριότητος καὶ δυσμενείας ἤρθη κατὰ τὸ παρόν, ὑπεγένετο δὲ κοινωνικὴ καὶ φιλική τις αὐτοῖς διάθεσις.
但随着安提柯的去世,阿开亚人与埃托利亚人结成了同盟,并在对抗德米特里的战争中慷慨地与他们共同承担了战争,暂时消除了解除彼此的疏远与敌意,一种合作与友好的态度在他们之间产生。
§2.44.2Δημητρίου δὲ βασιλεύσαντος δέκα μόνον ἔτη καὶ μεταλλάξαντος τὸν βίον περὶ τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα Ῥωμαίων, ἐγένετό τις εὔροια πραγμάτων πρὸς τὴν ἐξ ἀρχῆς ἐπιβολὴν τῶν Ἀχαιῶν.
德米特里仅统治了十年,就在罗马人首次渡海进入伊利里亚期间去世,这使得阿开亚人最初的计划得到了有利的事态发展。
§2.44.3οἱ γὰρ ἐν τῇ Πελοποννήσῳ μόναρχοι δυσελπιστήσαντες ἐπὶ τῷ μετηλλαχέναι μὲν τὸν Δημήτριον, ὃς ἦν αὐτοῖς οἱονεὶ χορηγὸς καὶ μισθοδότης, ἐπικεῖσθαι δὲ τὸν Ἄρατον, οἰόμενον δεῖν σφᾶς ἀποτίθεσθαι τὰς τυραννίδας καὶ τοῖς μὲν πεισθεῖσι μεγάλας δωρεὰς καὶ τιμὰς προτείνοντα, τοῖς δὲ μὴ προσέχουσιν ἔτι μείζους ἐπανατεινόμενον φόβους καὶ κινδύνους διὰ τῶν Ἀχαιῶν, §2.44.4ὥρμησαν ἐπὶ τὸ πεισθέντες ἀποθέσθαι μὲν τὰς τυραννίδας, ἐλευθερῶσαι δὲ τὰς ἑαυτῶν πατρίδας, μετασχεῖν δὲ τῆς τῶν Ἀχαιῶν πολιτείας.
因为伯罗奔尼撒的独裁者们感到绝望,一方面是由于他们的赞助者和雇主德米特里已经去世,另一方面是由于阿拉图斯的逼迫,阿拉图斯认为他们应当放弃僭主统治,对服从者承诺给予丰厚的赏赐和荣誉,而对不听从者则威胁要通过阿开亚人给他们带来更大的恐惧和危险,于是他们被说服,决定放弃僭主统治,解放各自的祖国,并加入阿开亚人的联邦。
§2.44.5Λυδιάδας μὲν οὖν ὁ Μεγαλοπολίτης ἔτι ζῶντος Δημητρίου, κατὰ τὴν αὑτοῦ προαίρεσιν, πάνυ πραγματικῶς καὶ φρονίμως προϊδόμενος τὸ μέλλον ἀπετέθειτο τὴν τυραννίδα καὶ μετεσχήκει τῆς ἐθνικῆς συμπολιτείας.
梅加洛波利斯的人里迪亚达斯在德米特里还活着的时候,便根据自己的抉择,非常务实且明智地预见到了未来,放弃了僭主统治,并加入了这一民族的联合邦联。
§2.44.6Ἀριστόμαχος δʼ ὁ τῶν Ἀργείων τύραννος καὶ Ξένων ὁ τῶν Ἑρμιονέων καὶ Κλεώνυμος ὁ τῶν Φλιασίων τότʼ ἀποθέμενοι τὰς μοναρχίας ἐκοινώνησαν τῆς τῶν Ἀχαιῶν δημοκρατίας.
而阿尔戈斯的僭主阿里斯托马科斯、赫尔米奥内的克塞农以及弗利乌斯的克莱奥尼穆斯,则在此时放弃了独裁统治,加入了阿开亚人的民主政体。