Humanitext Reader

ポリュビオス · 歴史 §2.41.1-2.41.15

アカイア同盟の歴史的起源と再建の過程

129 / 1311 箇所 · ギリシア語

要旨

アカイア連邦の再建(第124回オリンピアード)の歴史的背景として、古代の王政から民主制への移行、マケドニアの支配による分裂を説明する。その後、パトライやデュメを皮切りに、アイギオンやカリュネイアなどの諸都市が守備隊や僭主を排除して連邦を再建・拡大していく過程を描く。

§2.41.1Ὀλυμπιὰς μὲν ἦν εἰκοστὴ καὶ τετάρτη πρὸς ταῖς ἑκατόν, ὅτε Πατρεῖς ἤρξαντο συμφρονεῖν καὶ Δυμαῖοι,
第百二十四回オリンピアードの時、パトライ人とデュマイ人が協調し始めた。
§2.41.2καιροὶ δὲ καθʼ οὓς Πτολεμαῖος ὁ Λάγου καὶ Λυσίμαχος, ἔτι δὲ Σέλευκος καὶ Πτολεμαῖος ὁ Κεραυνὸς μετήλλαξαν τὸν βίον.
またこの時期は、ラゴスの子プトレマイオス、リュシマコス、さらにはセレウコスとプトレマイオス・ケラウノスが世を去った時でもあった。
πάντες γὰρ οὗτοι περὶ τὴν προειρημένην ὀλυμπιάδα τὸ ζῆν ἐξέλιπον.
というのも、彼らは皆、前述のオリンピアードのころに生涯を終えたからである。
§2.41.3τοὺς μὲν οὖν ἀνώτερον τούτων χρόνους τοιαύτη τις ἦν ἡ περὶ τὸ προειρημένον ἔθνος διάθεσις.
さて、これらより前の時代においては、前述の部族をめぐる状況は以下のようなものであった。
§2.41.4ἀπὸ γὰρ Τισαμενοῦ βασιλευθέντες, ὃς ἦν Ὀρέστου μὲν υἱός, κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον ἐκπεσὼν τῆς Σπάρτης κατέσχε τοὺς περὶ Ἀχαΐαν τόπους,
すなわち、オレステスの子であり、ヘラクレイダイの帰還の際にスパルタを追われてアカイア周辺の土地を占領したティサメノスから始まって王政に支配されていたが、この者から始まってオグゴスに至るまで、家系に従って絶え間なく王政に支配された。
§2.41.5ἀπὸ τούτου κατὰ τὸ συνεχὲς καὶ κατὰ τὸ γένος ἕως Ὠγύγου βασιλευθέντες, μετὰ ταῦτα δυσαρεστήσαντες τοῖς τοῦ προειρημένου παισὶν ἐπὶ τῷ μὴ νομίμως ἀλλὰ δεσποτικῶς αὐτῶν ἄρχειν, μετέστησαν εἰς δημοκρατίαν τὴν πολιτείαν.
しかしその後、前述の王の息子たちが合法的ではなく専制的に支配したことに不満を抱き、国制を民主制へと移行させた。
§2.41.6λοιπὸν ἤδη τοὺς ἑξῆς χρόνους μέχρι τῆς Ἀλεξάνδρου καὶ Φιλίππου δυναστείας ἄλλοτε μὲν ἄλλως ἐχώρει τὰ πράγματʼ αὐτοῖς κατὰ τὰς περιστάσεις, τό γε μὴν κοινὸν πολίτευμα, καθάπερ εἰρήκαμεν, ἐν δημοκρατίᾳ συνέχειν ἐπειρῶντο.
それ以後、アレクサンドロスとフィリッポスの支配期に至るまでの時代には、彼らの情勢は状況に応じて時に良くなり時に悪くなったが、共同の国制については、我々が述べたように、民主制のもとに維持しようと努めていた。
§2.41.7τοῦτο δʼ ἦν ἐκ δώδεκα πόλεων, ἃς ἔτι καὶ νῦν συμβαίνει διαμένειν, πλὴν Ὠλένου καὶ Ἑλίκης τῆς πρὸ τῶν Λευκτρικῶν ὑπὸ τῆς θαλάττης καταποθείσης·
この連邦は十二の都市から成っていた。 それらは、レウクトラの戦いの前に海に呑み込まれたオレノスとヘリケを除いて、今日でも存続している。
§2.41.8αὗται δʼ εἰσὶν Πάτραι, Δύμη, Φαραί, Τριταία, Λεόντιον, Αἴγιον, Αἴγειρα, Πελλήνη, Βοῦρα, Καρύνεια.
これらはパトライ、デュメ、ファライ、トリタイア、レオンティオン、アイギオン、アイゲイラ、ペレネ、ブーラ、カリュネイアである。
§2.41.9κατὰ δὲ τοὺς ὑστέρους μὲν τῶν κατʼ Ἀλέξανδρον καιρῶν, προτέρους δὲ τῆς ἄρτι ῥηθείσης ὀλυμπιάδος, εἰς τοιαύτην διαφορὰν καὶ καχεξίαν ἐνέπεσον, καὶ μάλιστα διὰ τῶν ἐκ Μακεδονίας βασιλέων, ἐν ᾗ συνέβη πάσας τὰς πόλεις χωρισθείσας ἀφʼ αὑτῶν ἐναντίως τὸ συμφέρον ἄγειν ἀλλήλαις.
しかし、アレクサンドロスの時代の後の時期でありながら、今述べたオリンピアードより前の時期においては、彼らは、とりわけマケドニアの王たちのせいで、甚だしい分裂と不和に陥り、その中で、すべての都市が互いに引き裂かれ、互いに対立する利害を抱くことになった。
§2.41.10ἐξ οὗ συνέπεσε τὰς μὲν ἐμφρούρους αὐτῶν γενέσθαι διά τε Δημητρίου καὶ Κασσάνδρου καὶ μετὰ ταῦτα διʼ Ἀντιγόνου τοῦ Γονατᾶ, τὰς δὲ καὶ τυραννεῖσθαι·
その結果、ある都市にはデメトリオスやカッサンドロス、そして後にはアンティゴノス・ゴナタスによって守備隊が置かれ、他の都市には僭主が擁立されることになった。
πλείστους γὰρ δὴ μονάρχους οὗτος ἐμφυτεῦσαι δοκεῖ τοῖς Ἕλλησι.
というのも、このアンティゴノスこそ、ギリシア人の間に最も多くの独裁者を植え付けたと思われるからである。
§2.41.11περὶ δὲ τὴν εἰκοστὴν καὶ τετάρτην ὀλυμπιάδα πρὸς ταῖς ἑκατόν, καθάπερ ἐπάνω προεῖπον, αὖθις ἤρξαντο μετανοήσαντες συμφρονεῖν.
しかし、第百二十四回オリンピアードのころ、上に述べたように、彼らは考えを改めて再び協調し始めた。
ταῦτα δʼ ἦν κατὰ τὴν Πύρρου διάβασιν εἰς Ἰταλίαν.
これはピュロスのイタリア遠征の時期のことであった。
§2.41.12καὶ πρῶτοι μὲν συνέστησαν Δυμαῖοι, Πατρεῖς, Τριταιεῖς, Φαραιεῖς·
そして最初に団結したのは、デュマイ人、パトライ人、トリタイア人、ファライ人であった。
διόπερ οὐδὲ στήλην ὑπάρχειν συμβαίνει τῶν πόλεων τούτων περὶ τῆς συμπολιτείας.
それゆえ、これらの都市の間には、同盟に関するいかなる契約碑も存在しないのである。
§2.41.13μετὰ δὲ ταῦτα μάλιστά πως ἔτει πέμπτῳ τὴν φρουρὰν ἐκβαλόντες Αἰγιεῖς μετέσχον τῆς συμπολιτείας·
この後、およそ五年目に、アイギオン人が守備隊を追放して同盟に加わった。
ἑξῆς δὲ τούτοις Βούριοι, τὸν τύραννον ἀποκτείναντες.
これに続いて、ブーラ人が僭主を殺害して加わった。
§2.41.14ἅμα δὲ τούτοις Καρυνεῖς ἀποκατέστησαν.
これと同時に、カリュネイア人も復帰した。
συνιδὼν γὰρ Ἰσέας ὁ τῆς Καρυνείας τότε τυραννεύων ἐκπεπτωκυῖαν μὲν ἐξ Αἰγίου τὴν φρουράν, ἀπολωλότα δὲ τὸν ἐν τῇ Βούρᾳ μόναρχον διὰ Μάργου καὶ τῶν Ἀχαιῶν, ἑαυτὸν δὲ πανταχόθεν ὁρῶν ὅσον οὐκ ἤδη πολεμηθησόμενον, §2.41.15ἀποθέμενος τὴν ἀρχὴν καὶ λαβὼν τὰ πιστὰ παρὰ τῶν Ἀχαιῶν ὑπὲρ τῆς ἀσφαλείας προσέθηκε τὴν πόλιν πρὸς τὸ τῶν Ἀχαιῶν σύστημα.
というのも、当時カリュネイアを僭主として支配していたイセアスは、アイギオンから守備隊が追放され、ブーラにおける独裁者がマルゴスとアカイア人によって滅ぼされたことを見、また自らが今にも四方から攻撃されようとしているのを悟って、権力を放棄し、安全についてアカイア人から確約を得た上で、自らの都市をアカイア人の体制に編入したのである。

語釈・文法注

  1. §2.41.5βασιλευθέντες — 主動詞 μετέστησαν に係る分詞である。§2.41.4の冒頭でも同じ分詞 βασιλευθέντες が現れているが、関係節 ὃς ἦν... κατέσχε... の挿入によって文が長くなったため、§2.41.5の冒頭で ἀπὸ τούτου ... ἕως Ὠγύγου を伴って再び同じ分詞が反復され、構文上のつながりが補強されている。
  2. §2.41.7πλὴν Ὠλένου καὶ Ἑλίκης τῆς πρὸ τῶν Λευκτρικῶν ὑπὸ τῆς θαλάττης καταποθείσης — 修飾句 τῆς ... καταποθείσης(海に呑み込まれた)は、性・数・格の一致(女性単数属格)から、Ἑλίκης(ヘリケ)のみを修飾しており、Ὠλένου(オレノス)にはかからない。歴史的にも、ヘリケは紀元前373年の地震と津波で水没したが、オレノスは住民の退去によって放棄された。
  3. §2.41.9ἐν ᾗ συνέβη πάσας τὰς πόλεις χωρισθείσας ἀφʼ αὑτῶν ἐναντίως τὸ συμφέρον ἄγειν ἀλλήλαις — 関係詞節内の構文であり、非人称動詞 συνέβη(起こった)の主語として、対格不定詞句(πάσας τὰς πόλεις ... ἄγειν)が続いている。分詞 χωρισθείσας は対格の主語を修飾し、副詞 ἐναντίως と与格 ἀλλήλαις が不定詞 ἄγειν にかかっている。
  4. §2.41.14ὅσον οὐκ ἤδη πολεμηθησόμενον — ὅσον οὐκ ἤδη は「今にも」「一歩手前で」を意味する慣用表現である。分詞 πολεμηθησόμενον(未来受動態)は、知覚動詞 ὁρῶν(〜であることを見る・悟る)の目的語 ἑαυτόν(自分自身)に対する目的格補語として機能しており、「自分が今にも攻撃されようとしているのを見て」という意味を表す。

この箇所を引用する

ポリュビオス, 歴史 §2.41.1-2.41.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.41.1-2.41.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。