§2.40.1τῆς Μακεδόνων. ἐπεὶ δέ ποτε σὺν καιρῷ προστάτας ἀξιόχρεως εὗρεν, ταχέως τὴν αὑτῆς δύναμιν ἐποίησε φανεράν, ἐπιτελεσαμένη τὸ κάλλιστον ἔργον, τὴν Πελοποννησίων ὁμόνοιαν.
マケドニア人の支配によって[阻まれていたが]、しかし、ついに好機を得てふさわしい指導者たちを見出した時、速やかに自らの実力を明らかにし、ペロポネソス人の協調という最も輝かしい事業を成し遂げた。
§2.40.2ἧς ἀρχηγὸν μὲν καὶ καθηγεμόνα τῆς ὅλης ἐπιβολῆς Ἄρατον νομιστέον τὸν Σικυώνιον, ἀγωνιστὴν δὲ καὶ τελεσιουργὸν τῆς πράξεως Φιλοποίμενα τὸν Μεγαλοπολίτην, βεβαιωτὴν δὲ τοῦ μόνιμον αὐτὴν ἐπὶ ποσὸν γενέσθαι Λυκόρταν καὶ τοὺς ταὐτὰ τούτῳ προελομένους ἄνδρας.
この協調の全体の企ての発起人かつ先導者はシキュオンのアラトスとみなすべきであり、それを実行し完成させた闘士はメガロポリスのフィロポイメン、そしてそれが一定期間にわたり持続するよう保証した者はリュコルタス、および彼と同じ方針を選んだ人々であるとみなすべきである。
§2.40.3τίνα δʼ ἦν ἑκάστοις τὰ πραχθέντα καὶ πῶς καὶ κατὰ ποίους καιροὺς πειρασόμεθα δηλοῦν, ἀεὶ κατὰ τὸ πρέπον τῇ γραφῇ ποιούμενοι τὴν ἐπίστασιν.
彼らそれぞれによって何がなされ、どのように、またいかなる時期になされたかを、私たちは歴史記述にふさわしい仕方で常に注意を向けつつ、明らかにするよう試みるつもりである。
§2.40.4τῶν μέντοι γʼ Ἀράτῳ διῳκημένων καὶ νῦν καὶ μετὰ ταῦτα πάλιν ἐπικεφαλαιούμενοι μνησθησόμεθα διὰ τὸ καὶ λίαν ἀληθινοὺς καὶ σαφεῖς ἐκεῖνον περὶ τῶν ἰδίων συντεταχέναι πράξεων ὑπομνηματισμούς,
しかしながら、アラトスによって行われた事柄については、現在もまたその後も要約する形で言及することにしよう。 なぜなら、彼自身が自らの行いについて、極めて真実味に富み明瞭な『回想録』を著しているからである。
§2.40.5τῶν δὲ τοῖς ἄλλοις ἀκριβεστέραν καὶ μετὰ διαστολῆς ποιησόμεθα τὴν ἐξήγησιν.
これに対して、他の指導者たちによる事柄については、より正確に、かつ詳細な区別を設けて説明を行うつもりである。
ὑπολαμβάνω δὲ ῥᾴστην ἐμοί τʼ ἂν γενέσθαι τὴν διήγησιν καὶ τοῖς ἐντυγχάνουσιν εὐπαρακολούθητον τὴν μάθησιν, εἰ ποιησαίμεθα τὴν ἐπίστασιν ἀπὸ τούτων τῶν καιρῶν, ἐν οἷς κατὰ πόλιν διαλυθέντος τοῦ τῶν Ἀχαιῶν ἔθνους ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων ἀρχὴ πάλιν ἐγένετο καὶ σύννευσις τῶν πόλεων πρὸς ἀλλήλας.
そして、アカイア人の連邦がマケドニアの王たちによって都市ごとに解体された後、再びその始まりと諸都市の互いの結束が生じたあの時期から叙述を開始するならば、私にとっても語るのが最も容易になり、読者にとってもその習得が理解しやすいものになると考えている。
§2.40.6ἀφʼ ἧς αὐξανόμενον κατὰ τὸ συνεχὲς τὸ ἔθνος εἰς ταύτην ἦλθε τὴν συντέλειαν, ἐν ᾗ καθʼ ἡμᾶς ἦν, ὑπὲρ ἧς κατὰ μέρος ἀρτίως εἶπον.
この結束の始まりから、この連邦は絶えず成長し、我々の時代に存在したあの完成された状態に達した。 それについて私は、先ほど部分的に述べたばかりである。