Humanitext Reader

ポリュビオス · 歴史 §2.3.1-2.3.8

イリュリア軍の奇襲とメディオン救援

91 / 1311 箇所 · ギリシア語

要旨

イリュリア軍は夜間に急襲してアイトリア軍の陣営を攻撃し、高地と平地の双方で彼らを撃破して、メディオン市民とともに大勝を収めた。

§2.3.1τῶν λαφύρων καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων.
戦利品の分配管理と武具への銘文の刻印の権利を。
δεδογμένων δὲ τούτων, καὶ δέον τῇ κατὰ πόδας ἡμέρᾳ γενέσθαι τὴν αἵρεσιν καὶ τὴν παράληψιν τῆς ἀρχῆς, καθάπερ ἔθος ἐστὶν Αἰτωλοῖς, προσπλέουσιν τῆς νυκτὸς ἑκατὸν λέμβοι πρὸς τὴν Μεδιωνίαν κατὰ τοὺς ἔγγιστα τόπους τῆς πόλεως, ἐφʼ ὧν ἦσαν Ἰλλυριοὶ πεντακισχίλιοι.
これらのことが決議され、アイトリア人の慣習に従って、翌日に将軍の選出と職務の引き継ぎが行われることになっていた時、夜間に100隻のレムボス船がメディオン領内の都市に最も近い場所に到着した。 それらの船には5000人のイリュリア人が乗っていた。
§2.3.2καθορμισθέντες δὲ καὶ τῆς ἡμέρας ἐπιγενομένης ἐνεργὸν καὶ λαθραίαν ποιησάμενοι τὴν ἀπόβασιν καὶ χρησάμενοι τῇ παρʼ αὐτοῖς εἰθισμένῃ τάξει προῆγον κατὰ σπείρας ἐπὶ τὴν τῶν Αἰτωλῶν στρατοπεδείαν.
彼らは錨を下ろし、夜が明けると、迅速かつ隠密に上陸を果たし、自国で慣れ親しんだ陣形を用いて、大隊ごとにアイトリア人の陣営に向かって進撃した。
§2.3.3οἱ δʼ Αἰτωλοὶ συνέντες τὸ γινόμενον ἐπὶ μὲν τῷ παραδόξῳ καὶ τῇ τόλμῃ τῶν Ἰλλυριῶν ἦσαν ἐκπλαγεῖς·
アイトリア人は何が起こっているかを悟ると、イリュリア人の不意の到来とその大胆さに驚愕した。
πεφρονηματισμένοι δʼ ἐκ πολλοῦ χρόνου καὶ καταπιστεύσαντες ταῖς ἰδίαις δυνάμεσιν κατὰ ποσὸν εὐθαρσῶς εἶχον.
しかし、長年にわたり不遜な態度をとり、自らの力を過信していたため、ある程度は自信を保っていた。
§2.3.4τὸ μὲν οὖν πολὺ μέρος τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων αὐτοῦ πρὸ τῆς στρατοπεδείας ἐν τοῖς ἐπιπέδοις παρενέβαλλον, μέρει δέ τινι τῆς ἵππου καὶ τοῖς εὐζώνοις τοὺς ὑπερδεξίους καὶ πρὸ τοῦ χάρακος εὐφυῶς κειμένους τόπους προκατελάμβανον.
そこで彼らは、重装歩兵と騎兵の大部分を陣営のすぐ前の平地に展開させ、騎兵の一部と軽装兵をもって、柵の手前に位置する有利な高地をあらかじめ占領した。
§2.3.5οἱ δʼ Ἰλλυριοὶ τοὺς μὲν ἐλαφροὺς ἐξ ἐφόδου προσπεσόντες τῷ τε πλήθει καὶ τῷ βάρει τῆς συντάξεως ἐξέωσαν, τοὺς δὲ μετὰ τούτων ἱππεῖς συγκινδυνεύοντας ἠνάγκασαν ἀποχωρῆσαι πρὸς τὰ βαρέα τῶν ὅπλων.
しかし、イリュリア人は突撃して軽装兵たちに襲いかかり、隊列の圧倒的な数と重圧によって彼らを押し出し、彼らとともに危機に瀕していた騎兵たちを、重装歩兵の隊列へと退却させた。
§2.3.6λοιπὸν ἐξ ὑπερδεξίου ποιούμενοι τὴν ἔφοδον ἐπὶ τοὺς ἐν τῷ πεδίῳ τεταγμένους ταχέως ἐτρέψαντο, συνεπιθεμένων τοῖς Αἰτωλοῖς ἅμα καὶ τῶν Μεδιωνίων ἐκ τῆς πόλεως.
さらに高地から平地に布陣していた者たちへと突撃を敢行し、速やかに彼らを敗走させた。 この時、メディオンの人々もまた同時に市内から出撃してアイトリア人に襲いかかった。
§2.3.7καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, ἔτι δὲ πλείους αἰχμαλώτους ἔλαβον·
彼らはその多くを殺害し、さらに多くの者を捕虜とした。
τῶν δʼ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐγένοντο πάσης ἐγκρατεῖς.
また、武具や荷物のすべてを手中に収めた。
§2.3.8οἱ μὲν οὖν Ἰλλυριοὶ πράξαντες τὸ συνταχθὲν ὑπὸ τοῦ βασιλέως καὶ διακομίσαντες τὴν ἀποσκευὴν καὶ τὴν ἄλλην ὠφέλειαν ἐπὶ τοὺς λέμβους εὐθέως ἀνήγοντο, ποιούμενοι τὸν
こうしてイリュリア人は王から命じられた任務を遂行し、荷物やその他の戦利品をレムボス船に運び込むと、直ちに出航し、...

語釈・文法注

  1. 2.3.1δέον — 非人称動詞 δεῖ の分詞の中性単数対格形を用いた絶対対格(accusative absolute)の用法。先行する絶対属格(genitive absolute)の δεδογμένων δὲ τούτων と καί によって並列され、主節の動作に対する前提条件や背景(「〜すべきであったため」)を表す。
  2. 2.3.5τὰ βαρέα τῶν ὅπλων — 直訳すると「武器の重い部分」であるが、文脈上「重装歩兵(の隊列)」を指す換喩的・抽象的な表現。先行する ἐλαφροί(軽装兵)や ἵππος(騎兵)との対比において、本隊である重装歩兵の防衛線の背後に退却したことを示す。

この箇所を引用する

ポリュビオス, 歴史 §2.3.1-2.3.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.3.1-2.3.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。