Humanitext Reader

波利比奥斯 · 历史 §2.3.1-2.3.8

伊利里亚军奇袭与梅迪翁解围

第 91 段,共 1311 段 · 希腊语

内容简介

伊利里亚军队夜间乘船抵达,对埃托利亚军营发动奇袭,在高地和平原上皆击败了敌军,并与梅迪翁市民一同取得了重大胜利。

§2.3.1τῶν λαφύρων καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων.
战利品的分配以及武具上铭文的刻写。
δεδογμένων δὲ τούτων, καὶ δέον τῇ κατὰ πόδας ἡμέρᾳ γενέσθαι τὴν αἵρεσιν καὶ τὴν παράληψιν τῆς ἀρχῆς, καθάπερ ἔθος ἐστὶν Αἰτωλοῖς, προσπλέουσιν τῆς νυκτὸς ἑκατὸν λέμβοι πρὸς τὴν Μεδιωνίαν κατὰ τοὺς ἔγγιστα τόπους τῆς πόλεως, ἐφʼ ὧν ἦσαν Ἰλλυριοὶ πεντακισχίλιοι.
当这些事情决议完毕,且按照埃托利亚人的惯例,即将在次日进行将军的选举和权力的交接时,夜间有一百艘勒姆博斯船驶向梅迪翁境内最靠近该城的地方,船上载有五千名伊利里亚人。
§2.3.2καθορμισθέντες δὲ καὶ τῆς ἡμέρας ἐπιγενομένης ἐνεργὸν καὶ λαθραίαν ποιησάμενοι τὴν ἀπόβασιν καὶ χρησάμενοι τῇ παρʼ αὐτοῖς εἰθισμένῃ τάξει προῆγον κατὰ σπείρας ἐπὶ τὴν τῶν Αἰτωλῶν στρατοπεδείαν.
他们抛锚停泊,待到天亮后,迅速而隐秘地完成了登陆,并采用他们惯用的阵形,以大队为单位向埃托利亚人的营地挺进。
§2.3.3οἱ δʼ Αἰτωλοὶ συνέντες τὸ γινόμενον ἐπὶ μὲν τῷ παραδόξῳ καὶ τῇ τόλμῃ τῶν Ἰλλυριῶν ἦσαν ἐκπλαγεῖς· πεφρονηματισμένοι δʼ ἐκ πολλοῦ χρόνου καὶ καταπιστεύσαντες ταῖς ἰδίαις δυνάμεσιν κατὰ ποσὸν εὐθαρσῶς εἶχον.
埃托利亚人发觉了正在发生的事情,对伊利里亚人的出人意料和胆大妄为感到惊愕;但由于长期以来傲慢自负并深信自己的力量,他们在一定程度上仍保持着斗志。
§2.3.4τὸ μὲν οὖν πολὺ μέρος τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων αὐτοῦ πρὸ τῆς στρατοπεδείας ἐν τοῖς ἐπιπέδοις παρενέβαλλον, μέρει δέ τινι τῆς ἵππου καὶ τοῖς εὐζώνοις τοὺς ὑπερδεξίους καὶ πρὸ τοῦ χάρακος εὐφυῶς κειμένους τόπους προκατελάμβανον.
于是,他们将大部分重装步兵和骑兵部署在营地前方的平地上,而用一部分骑兵和轻装步兵预先占领了栅栏前地势有利的高地。
§2.3.5οἱ δʼ Ἰλλυριοὶ τοὺς μὲν ἐλαφροὺς ἐξ ἐφόδου προσπεσόντες τῷ τε πλήθει καὶ τῷ βάρει τῆς συντάξεως ἐξέωσαν, τοὺς δὲ μετὰ τούτων ἱππεῖς συγκινδυνεύοντας ἠνάγκασαν ἀποχωρῆσαι πρὸς τὰ βαρέα τῶν ὅπλων.
然而,伊利里亚人发起猛攻,冲击了那些轻装步兵,凭借其阵型的数量和重压将他们击退,并迫使与他们共同历险的骑兵向重装步兵退却。
§2.3.6λοιπὸν ἐξ ὑπερδεξίου ποιούμενοι τὴν ἔφοδον ἐπὶ τοὺς ἐν τῷ πεδίῳ τεταγμένους ταχέως ἐτρέψαντο, συνεπιθεμένων τοῖς Αἰτωλοῖς ἅμα καὶ τῶν Μεδιωνίων ἐκ τῆς πόλεως.
随后,他们自高地向部署在平原上的敌军发起冲锋,迅速将其击溃,同时梅迪翁人也从城内出击,一同夹击埃托利亚人。
§2.3.7καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, ἔτι δὲ πλείους αἰχμαλώτους ἔλαβον· τῶν δʼ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐγένοντο πάσης ἐγκρατεῖς.
他们杀死了其中的许多人,俘虏了更多的人,并夺取了他们所有的武具和行李。
§2.3.8οἱ μὲν οὖν Ἰλλυριοὶ πράξαντες τὸ συνταχθὲν ὑπὸ τοῦ βασιλέως καὶ διακομίσαντες τὴν ἀποσκευὴν καὶ τὴν ἄλλην ὠφέλειαν ἐπὶ τοὺς λέμβους εὐθέως ἀνήγοντο, ποιούμενοι τὸν
于是,伊利里亚人完成了国王所嘱托的任务,将行李和其余战利品搬运到勒姆博斯船上,随即启航,开始他们的……

词汇与语法注释

  1. 2.3.1δέον — 非人称动词 δεῖ 的分词中性单数宾格形式,用于宾格绝对结构(accusative absolute)。它通过 καί 与前方的属格绝对结构 δεδογμένων δὲ τούτων 并列,表示主句动作的背景或原因(“因为必须……”)。
  2. 2.3.5τὰ βαρέα τῶν ὅπλων — 直译为“武具的沉重部分”,但在此处为转喻用法,指代“重装步兵(的队列)”。它与前文的 ἐλαφροί(轻装兵)和 ἵππος(骑兵)相对照,表示他们撤退到了重装步兵防线的后方。

引用这一段

波利比奥斯, 历史 §2.3.1-2.3.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.3.1-2.3.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。