§2.2.1κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης ἐπεβάλοντο ποιεῖσθαι μετὰ δυνάμεως.
この時期に、ローマ人は軍隊を率いて、イリュリアおよびヨーロッパのこれらの地方への最初の渡海を企てた。
ἅπερ οὐ παρέργως, §2.2.2ἀλλὰ μετʼ ἐπιστάσεως θεωρητέον τοῖς βουλομένοις ἀληθινῶς τήν τε πρόθεσιν τὴν ἡμετέραν συνθεάσασθαι καὶ τὴν αὔξησιν καὶ κατασκευὴν τῆς Ῥωμαίων δυναστείας.
このことは、片手間にではなく、むしろ注意深く考察されるべきである、私たちの企図を、そしてローマの支配権の増大と確立を真に一瞥しようと望む者たちによって。
§2.2.3ἔγνωσαν δὲ διαβαίνειν διά τινας τοιαύτας αἰτίας.
彼らが渡海を決意したのは、以下のような理由からであった。
§2.2.4Ἄγρων ὁ τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύναμιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς.
イリュリア人の王アグロンはプレウラトスの子であり、イリュリアにおいて彼より前に王であった誰よりも大きな、歩兵および海軍の力を有していた。
§2.2.5οὗτος ὑπὸ Δημητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπʼ Αἰτωλῶν πολιορκουμένοις.
彼は、フィリッポスの父デメトリオスに金銭で説得され、アイトリア人によって包囲されていたメディオンの人々を援助することを約束した。
§2.2.6Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι πεῖσαι Μεδιωνίους μετέχειν σφίσι τῆς αὐτῆς πολιτείας, ἐπεβάλοντο κατὰ κράτος ἑλεῖν αὐτούς.
というのも、アイトリア人は、メディオン人に対して自分たちの国制に共同で参加するよう説得することがどうしてもできず、武力によって彼らを攻略しようと企てたからである。
§2.2.7στρατεύσαντες οὖν πανδημεὶ καὶ περιστρατοπεδεύσαντες αὐτῶν τὴν πόλιν κατὰ τὸ συνεχὲς ἐπολιόρκουν, πᾶσαν βίαν προσφέροντες καὶ μηχανήν.
そこで彼らは全軍を率いて出征し、彼らの都市を包囲して、あらゆる力と攻城兵器を用いて絶え間なく包囲攻撃を行った。
§2.2.8συνάψαντος δὲ τοῦ χρόνου τῶν ἀρχαιρεσίων, καὶ δέον στρατηγὸν ἕτερον αἱρεῖσθαι, καὶ τῶν πολιορκουμένων ἤδη κακῶς διακειμένων καὶ δοκούντων ἀνʼ ἑκάστην ἡμέραν ἐνδώσειν ἑαυτούς, ὁ προϋπάρχων στρατηγὸς προσφέρει λόγον τοῖς Αἰτωλοῖς φάσκων,
選挙の時期が近づき、別の将軍を選出しなければならなくなった時、また包囲されている人々がすでに窮地に陥っており、日ごとに降伏するように思われた時、現職の将軍がアイトリア人に対して提案を行い、こう主張した。
§2.2.9ἐπειδὴ τὰς κακοπαθείας καὶ τοὺς κινδύνους αὐτὸς ἀναδέδεκται τοὺς κατὰ τὴν πολιορκίαν, δίκαιον εἶναι καὶ τὴν οἰκονομίαν τῶν λαφύρων, ἐπὰν κρατήσωσι, καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων ἑαυτῷ συγχωρεῖσθαι.
包囲戦における苦難と危険を引き受けたのは自分自身であるのだから、もし勝利した場合には、戦利品の分配の管理と武具への銘文の刻印の権利が自分に認められるのが正当である、と。
τινῶν δέ, §2.2.10καὶ μάλιστα τῶν προϊόντων πρὸς τὴν ἀρχήν, ἀμφισβητούντων πρὸς τὰ λεγόμενα καὶ παρακαλούντων τὰ πλήθη μὴ προδιαλαμβάνειν, ἀλλʼ ἀκέραιον ἐᾶν, ᾧ ποτʼ ἂν ἡ τύχη βουληθῇ περιθεῖναι τοῦτον τὸν στέφανον, §2.2.11ἔδοξε τοῖς Αἰτωλοῖς, ὃς ἂν ἐπικατασταθεὶς στρατηγὸς κρατήσῃ τῆς πόλεως, κοινὴν ποιεῖν τῷ προϋπάρχοντι καὶ τὴν οἰκονομίαν
しかし、一部の者が、とりわけその職に立候補している者たちが、彼の主張に異議を唱え、民衆に対して、前もって決定することなく、運命がこの栄冠を授けようと望むいかなる者に対しても、決定を留保しておくよう求めたため、アイトリア人は、新たに将軍に就任して都市を攻略した者が、現職の将軍と共同でその分配の管理を行うべきであると決議した。