§2.4.1πλοῦν εἰς τὴν οἰκείαν.
自国への帰路についた。
οἱ δὲ Μεδιώνιοι τετευχότες ἀνελπίστου σωτηρίας, ἁθροισθέντες εἰς τὴν ἐκκλησίαν ἐβουλεύοντο περί τε τῶν ἄλλων καὶ περὶ τῆς τῶν ὅπλων ἐπιγραφῆς.
一方、メディオンの人々は思いがけない救済を得て、民会に集まり、他の様々な事柄とともに、武具への銘文の刻印について協議した。
§2.4.2ἔδοξεν οὖν αὐτοῖς κοινὴν ποιήσειν τὴν ἐπιγραφὴν ἀπό τε τοῦ τὴν ἀρχὴν τῶν Αἰτωλῶν ἔχοντος καὶ τῶν εἰς τὸ μέλλον προπορευομένων κατὰ τὸ τῶν Αἰτωλῶν δόγμα,
そこで彼らは、アイトリア人の決議に従って、現在アイトリアの将軍職にある者、および将来その職に就く予定の者たちの名による共同の銘文とすることに決定した。
§2.4.3τῆς τύχης ὥσπερ ἐπίτηδες καὶ τοῖς ἄλλοις ἀνθρώποις ἐπὶ τῶν ἐκείνοις συμβαινόντων ἐνδεικνυμένης τὴν αὑτῆς δύναμιν.
これは、まるで運命が意図的に、アイトリア人たちに起こった出来事を通じて、他の人間に対しても自らの力を誇示しているかのようであった。
§2.4.4ἃ γὰρ ὑπὸ τῶν ἐχθρῶν αὐτοὶ προσεδόκων ὅσον ἤδη πείσεσθαι, ταῦτα πράττειν αὐτοῖς ἐκείνοις παρέδωκεν ἐν πάνυ βραχεῖ χρόνῳ κατὰ τῶν πολεμίων.
というのも、自分たちが敵からまさに今にも被るであろうと予期していた事柄を、きわめて短い時間のうちに、その敵に対して自ら行うよう、運命が彼らに与えたからである。
§2.4.5Αἰτωλοὶ δὲ τῇ παραδόξῳ χρησάμενοι συμφορᾷ πάντας ἐδίδαξαν μηδέποτε βουλεύεσθαι περὶ τοῦ μέλλοντος ὡς ἤδη γεγονότος, μηδὲ προκατελπίζειν βεβαιουμένους ὑπὲρ ὧν ἀκμὴν ἐνδεχόμενόν ἐστιν ἄλλως γενέσθαι, νέμειν δὲ μερίδα τῷ παραδόξῳ πανταχῇ μὲν ἀνθρώπους ὄντας, μάλιστα δʼ ἐν τοῖς πολεμικοῖς.
こうしてアイトリア人は、この予期せぬ災難によって、未来のことについてあたかもすでに起こったことであるかのように議論してはならないこと、また未だ別の結果になり得る事柄について確実なものとして先走って期待してはならないこと、そして人間である以上、あらゆることにおいて、とりわけ戦争においては、不測の事態に対して余地を残しておくべきであることを、すべての人に身をもって教えたのである。
ὁ δὲ βασιλεὺς Ἄγρων, §2.4.6ἐπεὶ κατέπλευσαν οἱ λέμβοι, διακούσας τῶν ἡγεμόνων τὰ κατὰ τὸν κίνδυνον καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ δοκεῖν Αἰτωλοὺς τοὺς μέγιστον ἔχοντας τὸ φρόνημα νενικηκέναι, πρὸς μέθας καί τινας τοιαύτας ἄλλας εὐωχίας τραπεὶς ἐνέπεσεν εἰς πλευρῖτιν·
一方、アグロン王は、レムボス船が帰港したとき、指揮官たちから戦闘の経過を詳しく聞き、最も傲慢な誇りを持っていたアイトリア人を破ったように思われたことに狂喜乱舞し、大酒やそのような他の宴楽に耽ったため、肋膜炎にかかった。
ἐκ δὲ ταύτης ἐν ὀλίγαις ἡμέραις μετήλλαξε τὸν βίον.
そしてその結果、数日のうちに世を去った。
§2.4.7τὴν δὲ βασιλείαν ἡ γυνὴ Τεύτα διαδεξαμένη τὸν κατὰ μέρος χειρισμὸν τῶν πραγμάτων ἐποιεῖτο διὰ τῆς τῶν φίλων πίστεως.
王位は妻のテウタが引き継ぎ、信頼できる「友」たちを通じて具体的な国政の運営を行った。
§2.4.8χρωμένη δὲ λογισμοῖς γυναικείοις καὶ πρὸς αὐτὸ τὸ γεγονὸς εὐτύχημα μόνον ἀποβλέπουσα, τῶν δʼ ἐκτὸς οὐδὲν περισκεπτομένη πρῶτον μὲν συνεχώρησε τοῖς κατʼ ἰδίαν πλέουσι λῄζεσθαι τοὺς ἐντυγχάνοντας, §2.4.9δεύτερον δʼ ἁθροίσασα στόλον καὶ δύναμιν οὐκ ἐλάττω τῆς πρότερον ἐξέπεμψε, πᾶσαν παραλίαν ἀποδείξασα πολεμίαν τοῖς ἡγουμένοις.
しかし彼女は、女性的な浅はかな考えを用い、ただ目の前の成功だけを見つめて、外部のいかなる状況にも配慮を払わなかったため、まず第一に、私的に航海する者たちに対して、出会う者を誰であれ略奪することを許可し、第二に、以前に劣らぬ艦隊と軍隊を招集して派遣し、指揮官たちに対してすべての沿岸地方を敵対地とみなすよう指示した。