§2.28.1κατʼ αὐτὸν τὸν καιρὸν συμβαινόντων.
そのときちょうど起こりつつあった出来事から推測して。
οἱ δὲ περὶ τὸν Αἰμίλιον ἀκηκοότες μὲν τὸν εἰς τὰς Πίσας κατάπλουν τῶν στρατοπέδων, οὔπω δὲ προσδοκῶντες αὐτὰ συνεγγίζειν, τότε σαφῶς ἐκ τοῦ περὶ τὸν λόφον ἀγῶνος ἔγνωσαν διότι τελέως ἐγγὺς εἶναι συμβαίνει τὰς οἰκείας αὐτῶν δυνάμεις.
一方、エミリウスらは軍団がピサに上陸したことは聞いていたものの、それらがすでに近づいているとはまだ予期していなかったが、そのとき、丘をめぐる戦闘から、自分たちの味方の軍勢がきわめて近くにいることが明らかになったことをはっきりと知った。
§2.28.2διὸ καὶ τοὺς μὲν ἱππεῖς παραυτίκα βοηθήσοντας ἐξαπέστελλον τοῖς ἐν τῷ λόφῳ διαγωνιζομένοις, αὐτοὶ δὲ κατὰ τὰς εἰθισμένας τάξεις διακοσμήσαντες τοὺς πεζοὺς προῆγον ἐπὶ τοὺς ὑπεναντίους.
そのため、彼らは丘で戦っている者たちをただちに救援させるために騎兵を派遣し、自らは歩兵をいつもの陣形に整えて敵に向かって前進した。
§2.28.3οἱ δὲ Κελτοὶ τοὺς μὲν ἐκ τῶν Ἄλπεων Γαισάτους προσαγορευομένους ἔταξαν πρὸς τὴν ἀπʼ οὐρᾶς ἐπιφάνειαν, ᾗ προσεδόκων τοὺς περὶ τὸν Αἰμίλιον, ἐπὶ δὲ τούτοις τοὺς Ἴνσομβρας·
一方、ケルト人たちは、アルプス出身でガイサタイと呼ばれている者たちを、エミリウスらが来ると予想していた後方の正面に向けて配置し、彼らの背後にインスブレス人を配した。
§2.28.4πρὸς δὲ τὴν κατὰ πρόσωπον τοὺς Ταυρίσκους καὶ τοὺς ἐπὶ τάδε τοῦ Πάδου κατοικοῦντας Βοίους παρενέβαλον, τὴν ἐναντίαν μὲν στάσιν ἔχοντας τοῖς προειρημένοις, βλέποντας δὲ πρὸς τὴν τῶν τοῦ Γαΐου στρατοπέδων ἔφοδον.
また前方に向けては、タウリスキ人とポー川のこちら側に住むボイイ人を配置した。 彼らは前述の者たちとは背中合わせの位置に立ち、ガイウスの軍団の来襲の方を向いていた。
§2.28.5τὰς δʼ ἁμάξας καὶ συνωρίδας ἐκτὸς ἑκατέρου τοῦ κέρατος παρέστησαν, τὴν δὲ λείαν εἴς τι τῶν παρακειμένων ὀρῶν φυλακὴν περιστήσαντες ἥθροιζον.
そして荷車や二頭立て馬車を両翼の外側に置き、戦利品は護衛を周囲に配して、隣接する丘の一つに集めた。
§2.28.6γενομένης δʼ ἀμφιστόμου τῆς τῶν Κελτῶν δυνάμεως, οὐ μόνον καταπληκτικὴν ἀλλὰ καὶ πρακτικὴν εἶναι συνέβαινε τὴν τάξιν.
ケルト人の軍勢が前後二正面を向くことになったため、その布陣は威嚇的であるだけでなく、実戦的でもあった。
§2.28.7οἱ μὲν οὖν Ἴνσομβρες καὶ Βοῖοι τὰς ἀναξυρίδας ἔχοντες καὶ τοὺς εὐπετεῖς τῶν σάγων περὶ αὑτοὺς ἐξέταξαν.
そこで、インスブレス人とボイイ人は、ズボンを穿き、軽いマントを身にまとって整列した。
§2.28.8οἱ δὲ Γαισάται διά τε τὴν φιλοδοξίαν καὶ τὸ θάρσος ταῦτʼ ἀπορρίψαντες γυμνοὶ μετʼ αὐτῶν τῶν ὅπλων πρῶτοι τῆς δυνάμεως κατέστησαν, ὑπολαβόντες οὕτως ἔσεσθαι πρακτικώτατοι διὰ τό τινας τῶν τόπων βατώδεις ὄντας ἐμπλέκεσθαι τοῖς ἐφάμμασι καὶ παραποδίζειν τὴν τῶν ὅπλων χρείαν.
しかしガイサタイは、名誉欲と勇気からこれらを脱ぎ捨て、裸になって武器だけを手にし、軍勢の最前列に立った。 そのようにする方が、茂みが衣服に引っかかり、武器の使用を妨げるような、歩きにくい場所があるため、最も実戦的であると考えたからである。
§2.28.9τὸ μὲν οὖν πρῶτον αὐτὸς ὁ κατὰ τὸν λόφον ἐνειστήκει κίνδυνος, ἅπασιν ὢν σύνοπτος, ὡς ἂν ἅμα τοσούτου πλήθους ἱππέων ἀφʼ ἑκάστου τῶν στρατοπέδων ἀναμὶξ ἀλλήλοις συμπεπτωκότος.
さて、最初は丘をめぐる戦闘それ自体が開始され、それは誰の目にも明らかなものであった。 というのも、双方の軍から非常に多くの騎兵が一堂に会し、入り乱れて衝突したからである。
§2.28.10ἐν δὲ τούτῳ τῷ καιρῷ συνέβη Γάιον μὲν τὸν ὕπατον παραβόλως ἀγωνιζόμενον ἐν χειρῶν νόμῳ τελευτῆσαι τὸν βίον, τὴν δὲ κεφαλὴν αὐτοῦ πρὸς τοὺς βασιλέας ἐπανενεχθῆναι τῶν Κελτῶν·
この時に、執政官ガイウスが危険を冒して白兵戦で戦ううちに命を落とし、その首がケルト人の王たちのもとへ持ち去られるという事態が生じた。
τοὺς δὲ τῶν Ῥωμαίων ἱππεῖς κινδυνεύσαντας ἐρρωμένως τέλος ἐπικρατῆσαι τοῦ τόπου καὶ τῶν ὑπεναντίων.
しかし、ローマの騎兵たちは力強く戦い抜き、ついにその場所と敵を制圧した。
§2.28.11μετὰ δὲ ταῦτα τῶν πεζικῶν στρατοπέδων ἤδη σύνεγγυς ὄντων ἀλλήλοις ἴδιον ἦν καὶ θαυμαστὸν τὸ συμβαῖνον οὐ μόνον τοῖς ἐν αὐτῷ τῷ καιρῷ τότε παροῦσιν, ἀλλὰ καὶ τοῖς ποτε μετὰ ταῦτα δυναμένοις ὑπὸ τὴν ὄψιν λαμβάνειν ἐκ τῶν
この後、歩兵の軍団がすでに互いに接近したとき、起こった出来事は独特で驚くべきものであり、当時のその場にいた者たちだけでなく、後に……から