§2.27.1κατὰ δὲ τοὺς καιροὺς τούτους ἐκ Σαρδόνος μετὰ τῶν στρατοπέδων Γάιος Ἀτίλιος ὕπατος εἰς Πίσας καταπεπλευκὼς προῆγε μετὰ τῆς δυνάμεως εἰς Ῥώμην, ἐναντίαν ποιούμενος τοῖς πολεμίοις τὴν πορείαν.
一方、このちょうど同じ時期に、執政官ガイウス・アティリウスは、サルディニアから軍団とともにピサへ上陸し、軍勢を率いてローマに向かって前進しており、敵とは逆の方向に行路を取っていた。
§2.27.2ἤδη δὲ περὶ Τελαμῶνα τῆς Τυρρηνίας τῶν Κελτῶν ὑπαρχόντων, οἱ προνομεύοντες ἐξ αὐτῶν ἐμπεσόντες εἰς τοὺς παρὰ τοῦ Γαΐου προπορευομένους ἑάλωσαν·
ケルト人たちがすでにエトルリアのテラモン付近にいたとき、彼らのうち略奪のために先に出発していた部隊が、ガイウスの先発隊と遭遇して捕らえられた。
§2.27.3καὶ τά τε προγεγονότα διεσάφουν ἀνακρινόμενοι τῷ στρατηγῷ καὶ τὴν παρουσίαν ἀμφοτέρων τῶν στρατοπέδων ἀνήγγελλον, σημαίνοντες διότι τελείως σύνεγγύς εἰσιν οἱ Κελτοὶ καὶ τούτων κατόπιν οἱ περὶ τὸν Λεύκιον.
彼らは尋問されて、これまでに起きた出来事を将軍に明確に説明し、両方の軍勢が近くにいることを報告し、ケルト人たちがきわめて近くに迫っており、彼らの背後にはルキウスの軍勢が追ってきていることを告げた。
§2.27.4ὁ δὲ τὰ μὲν ξενισθεὶς ἐπὶ τοῖς προσπίπτουσι, τὰ δʼ εὔελπις γενόμενος ἐπὶ τῷ δοκεῖν μέσους κατὰ πορείαν ἀπειληφέναι τοὺς Κελτούς, τοῖς μὲν χιλιάρχοις παρήγγειλε τάττειν τὰ στρατόπεδα καὶ βάδην εἰς τοὔμπροσθεν προάγειν, καθʼ ὅσον ἂν οἱ τόποι προσδέχωνται τὴν μετωπηδὸν ἔφοδον.
彼は、一方では突然の知らせに驚きながらも、他方ではケルト人を行軍の途中で挟み撃ちにしたように思われることに希望を抱き、千人隊長たちには軍団を整列させ、地形が正面からの前進を許す限り、歩行の速さで前方へ進むよう命じた。
§2.27.5αὐτὸς δὲ συνθεωρήσας εὐκαίρως λόφον κείμενον ὑπὲρ τὴν ὁδόν, ὑφʼ ὃν ἔδει παραπορευθῆναι τοὺς Κελτούς, ἀναλαβὼν τοὺς ἱππεῖς ὥρμησε σπεύδων προκαταλαβέσθαι τὴν ἀκρολοφίαν καὶ πρῶτος κατάρξαι τοῦ κινδύνου, πεπεισμένος τῆς ἐπιγραφῆς τῶν ἐκβαινόντων πλεῖστον οὕτω κληρονομήσειν.
彼自身は、道の上の都合の良い位置に丘があり、その下をケルト人たちが通り過ぎなければならないことを見て取り、騎兵を引き連れて、その山頂を先んじて占拠し、最初に戦闘を開始しようと急行した。 このようにすれば、のちに生じる結果の名声の大半を自分のものにできると確信していたからである。
§2.27.6οἱ δὲ Κελτοὶ τὸ μὲν πρῶτον τὴν παρουσίαν τῶν περὶ τὸν Ἀτίλιον ἀγνοοῦντες, ἐκ δὲ τοῦ συμβαίνοντος ὑπολαμβάνοντες τοὺς περὶ τὸν Αἰμίλιον περιπεπορεῦσθαι τὴν νύκτα τοῖς ἱππεῦσι καὶ προκαταλαμβάνεσθαι τοὺς τόπους, εὐθέως ἐξαπέστελλον τοὺς παρʼ αὑτῶν ἱππεῖς καί τινας τῶν εὐζώνων, ἀντιποιησομένους τῶν κατὰ τὸν βουνὸν τόπων.
一方、ケルト人たちは、最初はアティリウスらの到来を知らなかったが、起きている事態から、エミリウスの軍が夜の間に騎兵を率いて回り込み、その場所を先んじて占拠しているのだと推測し、すぐに自分たちの騎兵と軽装兵の一部を、丘の場所を争い取らせるために派遣した。
§2.27.7ταχὺ δὲ συνέντες τὴν τοῦ Γαΐου παρουσίαν ἔκ τινος τῶν ἀχθέντων αἰχμαλώτων σπουδῇ παρενέβαλον τοὺς πεζούς, ποιούμενοι τὴν ἔκταξιν ἅμα πρὸς ἑκατέραν τὴν ἐπιφάνειαν, καὶ τὴν ἀπʼ οὐρᾶς καὶ τὴν κατὰ πρόσωπον·
しかし、連行されてきた捕虜の一人からガイウスの到来をすぐに知ると、急いで歩兵を配置し、後方と前方の両方の正面に対して同時に陣形を整えた。
§2.27.8οὓς μὲν γὰρ ᾔδεσαν ἑπομένους αὑτοῖς, οὓς δὲ κατὰ τὸ στόμα προσεδόκων ἀπαντήσειν, ἔκ τε τῶν προσαγγελλομένων τεκμαιρόμενοι καὶ τῶν
なぜなら、ある者たちは自分たちの後ろを追ってきていることを知っており、また別の者たちは前方から立ち向かってくることを、報告される事柄や……から推測して予期していたからである。