§2.28.1κατʼ αὐτὸν τὸν καιρὸν συμβαινόντων.
以及当时正巧发生的事情推测。
οἱ δὲ περὶ τὸν Αἰμίλιον ἀκηκοότες μὲν τὸν εἰς τὰς Πίσας κατάπλουν τῶν στρατοπέδων, οὔπω δὲ προσδοκῶντες αὐτὰ συνεγγίζειν, τότε σαφῶς ἐκ τοῦ περὶ τὸν λόφον ἀγῶνος ἔγνωσαν διότι τελέως ἐγγὺς εἶναι συμβαίνει τὰς οἰκείας αὐτῶν δυνάμεις.
另一方面,埃米利乌斯一行人虽然已经听说军团在比萨登陆的消息,但尚未料到它们已经临近,而此时他们通过围绕山丘进行的战斗,清楚地得知自己的友军实际上已经靠得极近。
§2.28.2διὸ καὶ τοὺς μὲν ἱππεῖς παραυτίκα βοηθήσοντας ἐξαπέστελλον τοῖς ἐν τῷ λόφῳ διαγωνιζομένοις, αὐτοὶ δὲ κατὰ τὰς εἰθισμένας τάξεις διακοσμήσαντες τοὺς πεζοὺς προῆγον ἐπὶ τοὺς ὑπεναντίους.
因此,他们立即派骑兵前去增援那些在山丘上战斗的人,而他们自己则在将步兵按惯常阵形整顿完毕后,向敌军推进。
§2.28.3οἱ δὲ Κελτοὶ τοὺς μὲν ἐκ τῶν Ἄλπεων Γαισάτους προσαγορευομένους ἔταξαν πρὸς τὴν ἀπʼ οὐρᾶς ἐπιφάνειαν, ᾗ προσεδόκων τοὺς περὶ τὸν Αἰμίλιον, ἐπὶ δὲ τούτοις τοὺς Ἴνσομβρας· §2.28.4πρὸς δὲ τὴν κατὰ πρόσωπον τοὺς Ταυρίσκους καὶ τοὺς ἐπὶ τάδε τοῦ Πάδου κατοικοῦντας Βοίους παρενέβαλον, τὴν ἐναντίαν μὲν στάσιν ἔχοντας τοῖς προειρημένοις, βλέποντας δὲ πρὸς τὴν τῶν τοῦ Γαΐου στρατοπέδων ἔφοδον.
至于凯尔特人,他们将来自阿尔卑斯山、被称为“盖萨泰”的人部署在后方正面,即预计埃米利乌斯一行人到来的一侧,并在他们后面部署了因苏布雷人;而针对前方正面,他们部署了陶里斯基人和居住在波河这边的波伊人,这些人与前述人员背对背站立,面向盖乌斯军团的来袭方向。
§2.28.5τὰς δʼ ἁμάξας καὶ συνωρίδας ἐκτὸς ἑκατέρου τοῦ κέρατος παρέστησαν, τὴν δὲ λείαν εἴς τι τῶν παρακειμένων ὀρῶν φυλακὴν περιστήσαντες ἥθροιζον.
他们将货车和双马战车安置在两翼之外,并派遣守卫守在四周,将战利品聚集在邻近的一座山上。
§2.28.6γενομένης δʼ ἀμφιστόμου τῆς τῶν Κελτῶν δυνάμεως, οὐ μόνον καταπληκτικὴν ἀλλὰ καὶ πρακτικὴν εἶναι συνέβαινε τὴν τάξιν.
随着凯尔特人的军队形成双面迎敌的阵势,其阵形不仅令人畏惧,而且也极具实用性。
§2.28.7οἱ μὲν οὖν Ἴνσομβρες καὶ Βοῖοι τὰς ἀναξυρίδας ἔχοντες καὶ τοὺς εὐπετεῖς τῶν σάγων περὶ αὑτοὺς ἐξέταξαν.
于是,因苏布雷人和波伊人穿着长裤、披着轻便的外衣列阵。
§2.28.8οἱ δὲ Γαισάται διά τε τὴν φιλοδοξίαν καὶ τὸ θάρσος ταῦτʼ ἀπορρίψαντες γυμνοὶ μετʼ αὐτῶν τῶν ὅπλων πρῶτοι τῆς δυνάμεως κατέστησαν, ὑπολαβόντες οὕτως ἔσεσθαι πρακτικώτατοι διὰ τό τινας τῶν τόπων βατώδεις ὄντας ἐμπλέκεσθαι τοῖς ἐφάμμασι καὶ παραποδίζειν τὴν τῶν ὅπλων χρείαν.
然而,盖萨泰人出于对名誉的热望和勇气,将这些衣服扔在一边,赤身裸体、仅携带武器站在军队的最前列。 他们认为这样最便于行动,因为有些地方长满荆棘,容易缠住衣服,从而妨碍武器的使用。
§2.28.9τὸ μὲν οὖν πρῶτον αὐτὸς ὁ κατὰ τὸν λόφον ἐνειστήκει κίνδυνος, ἅπασιν ὢν σύνοπτος, ὡς ἂν ἅμα τοσούτου πλήθους ἱππέων ἀφʼ ἑκάστου τῶν στρατοπέδων ἀναμὶξ ἀλλήλοις συμπεπτωκότος.
起初,围绕山丘的战斗本身就已打响,这在所有人看来都一目了然,因为双方军队中如此众多的骑兵混合在一起并发生了冲突。
§2.28.10ἐν δὲ τούτῳ τῷ καιρῷ συνέβη Γάιον μὲν τὸν ὕπατον παραβόλως ἀγωνιζόμενον ἐν χειρῶν νόμῳ τελευτῆσαι τὸν βίον, τὴν δὲ κεφαλὴν αὐτοῦ πρὸς τοὺς βασιλέας ἐπανενεχθῆναι τῶν Κελτῶν· τοὺς δὲ τῶν Ῥωμαίων ἱππεῖς κινδυνεύσαντας ἐρρωμένως τέλος ἐπικρατῆσαι τοῦ τόπου καὶ τῶν ὑπεναντίων.
就在此时,发生了执政官盖乌斯冒险在肉搏战中牺牲、其首级被送回凯尔特人诸王那里的事件;而罗马骑兵们在英勇奋战后,最终占领了该地并战胜了对手。
§2.28.11μετὰ δὲ ταῦτα τῶν πεζικῶν στρατοπέδων ἤδη σύνεγγυς ὄντων ἀλλήλοις ἴδιον ἦν καὶ θαυμαστὸν τὸ συμβαῖνον οὐ μόνον τοῖς ἐν αὐτῷ τῷ καιρῷ τότε παροῦσιν, ἀλλὰ καὶ τοῖς ποτε μετὰ ταῦτα δυναμένοις ὑπὸ τὴν ὄψιν λαμβάνειν ἐκ τῶν
此后,当双方的步兵军团已经彼此逼近时,所发生的事情不仅对当时在场的那些人来说,而且对于后来能够通过……